Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὁ προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι ἡ μὲν ὄρεξις ἀγαθῶν ἐστιν, ἡ δʼ ἔκκλισις πρὸς κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἢ ἐν ὀρέξει μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν ἐξ αὑτοῦ εἰσάπαν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται τὰ προαιρετικά.

τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ, οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν αὑτοῦ καὶ δυστυχήσει.

εἰ δʼ ἡ ἀρετὴ ταύτην ἔχει τὴν ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔροιαν, πάντως καὶ ἡ προκοπὴ ἡ πρὸς αὐτὴν πρὸς ἕκαστον τούτων ἐστὶ προκοπή.

ἀεὶ γὰρ πρὸς ὃ ἂν ἡ τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ ἡ προκοπὴ συνεγγισμός ἐστιν.

πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν, τὴν προκοπὴν δʼ ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν; τί ἔργον ἀρετῆς;

εὔροια. τίς οὖν προκόπτει; ὁ πολλὰς Χρυσίππου συντάξεις ἀνεγνωκώς;

μὴ γὰρ ἡ ἀρετὴ τοῦτʼ ἔστι Χρύσιππον νενοηκέναι; εἰ γὰρ τοῦτʼ ἔστιν, ὁμολογουμένως ἡ προκοπὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πολλὰ τῶν Χρυσίππου νοεῖν.

νῦν δʼ ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλον δὲ τὸν συνεγγισμόν, τὴν προκοπὴν ἀποφαίνομεν.

οὗτος, φησίν, ἤδη καὶ διʼ αὑτοῦ δύναται Χρύσιππον ἀναγιγνώσκειν. εὖ, νὴ τοὺς θεούς, προκόπτεις, ἄνθρωπε· ποίαν προκοπήν.