Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαινομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐδὲ γεωμετρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον προσπιπτούσας μὴ εἶναι ἴσας·

ὁ δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου; ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν ἔμαθες ἐνταῦθα;

οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵνʼ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν ἢ γογγρύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες;

οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; ὁ χρησόμενος, ὁ ἔργῳ μαρτυρήσων τοῖς λόγοις.

τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθʼ ἡμᾶς παράδειγμα.

ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ὁ ἄνθρωπος.

ἀλλʼ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται· ἀλλʼ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο· εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται.