Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός. πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν.

ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δʼ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;

Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπʼ Ἀθηναίων;— ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε· ἵνʼ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ;

ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ;

τίνι προσσχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ. καὶ πάλιν εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω.

ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις· οὐδʼ ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν ᾧ κρεῖσσόν ἐστιν.

σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, ὁ κλέπτης τοῦ μὴ κλέπτου.

διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσσων ἦν ὁ κλέπτης. ἀλλʼ ἐκεῖνος τοσούτου ὠνήσατο λύχνον· ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος, ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν.

ἔστω· ἀλλʼ εἴληπταί μού τις τοῦ ἱματίου καὶ ἕλκει μʼ εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοι φιλόσοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι.

καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν, ἵνʼ, ἂν ἰσχυρότερος ἐπιλάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμβληθῶ;

ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα· πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον ᾖ, οὐδέν ἐστι πρὸς ἐμέ.

πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἢ ἐν ᾧ ἔμαθες;

καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω οὗτος ὁ ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν ἢ τί ποιοῦσιν. ἄφες αὐτόν.

ἀλλʼ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς. εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι· ἂν πάλιν σχῆτε, εἰσελεύσομαι.

μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ· ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε.

μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ ὁ θεὸς οὐ βούλεται· χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ.

τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; — ἵνα τί;

οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ σήμερον Σατορνάλια ἀγαθά, λέγομεν οὐκ ἔστιν ἀγαθὰ ταῦτα; οὐδαμῶς· ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν.

καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ· ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν.

τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν ὁ καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα.