Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα; — τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; — οὐδέν; —

τί δʼ ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων ἢ πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι;

— ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις; — ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων· καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων· καὶ πελαργῶν νεοσσιαί.

τί μέγα ἢ δεινόν; ἢ δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις.

— ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος; — τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον. πλὴν ὅτι μὲν ἐκ δοκῶν καὶ κεραμίδων καὶ πλίνθων οἰκοδομεῖται τὰ οἰκίδια, ἡ δʼ ἐκ ῥάβδων καὶ πηλοῦ.

οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ;— μὴ γένοιτο· ἀλλὰ τούτοις οὐ διαφέρει. — τίνι οὖν διαφέρει;

— ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὅρα μὴ τῷ κοινωνικῷ, μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ.

ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου ἡ διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός· ἂν δʼ ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται. καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν.

ἔπταισεν μεγάλα ὁ Ἀλέξανδρος, ὅτʼ ἐπῆλθον φασιν οἱ Ἕλληνες καὶ ὅτε ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο;

οὐδαμῶς· διʼ ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς· ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δʼ ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον.

πότʼ ἔπταισεν ὁ Ἀχιλλεύς; ὅτε ἀπέθανεν ὁ Πάτροκλος; μὴ γένοιτο· ἀλλʼ ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτʼ ἐπελάθετο ὅτι πάρεστιν οὐκ ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλʼ ἐπὶ τὸ πολεμεῖν.

ταῦτʼ ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται.

— ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά;

— πόθεν τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. — οὔ· ἀλλὰ πόθεν σὺ λέγεις ὅτι οὐκ ἔστι κακά;

— ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις.

διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν· ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ·

ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθʼ ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει.

ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν, τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ, οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς ποιῶ τὸ φανέν.

κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ τοῦ Ἀχιλλέως, ἵνʼ ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον;

καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον. Φοῖνιξ;

τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ; τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες; — μαινόμενοι. — ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;