Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί.— ὁρᾷς ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις;

— πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; — ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς. τί πράγματα ἔχεις; ἢ μικρὸν ἔκδεξαι καὶ ἀχθείσης τῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ ἡλιάζου.

καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτʼ ἔστιν τὰ δόγματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ.

ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει· καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δʼ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου ὁ λοιδορῶν ἐπιβάθραν, τότε ἀνύει τι.

περίσχισον αὐτόν. τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περίσχισον.

ὕβριν σοι πεποίηκα. καλῶς σοι γένοιτο. ταῦτα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα.

παράδοξα λέγουσιν οἱ φιλόσοφοι. ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παραδοξότερόν ἐστιν ἢ κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν κατεγέλα τοῦ λέγοντος;

τί οὖν θαυμαστὸν εἰ καὶ ἐν φιλοσοφίᾳ πολλὰ τῶν ἀληθῶν παράδοξα φαίνεται τοῖς ἀπείροις;

ἀναγιγνώσκοντος δὲ τοὺς ὑποθετικοὺς ἔφη Νόμος ὑποθετικός ἐστι καὶ οὗτος τὸ ἀκόλουθον τῇ ὑποθέσει παραδέχεσθαι. πολὺ πρότερον δὲ νόμος βιωτικός ἐστιν οὗτος τὸ ἀκόλουθον τῇ φύσει πράττειν.

εἰ γὰρ ἐπὶ πάσης ὕλης καὶ περιστάσεως βουλόμεθα τηρῆσαι τὸ κατὰ φύσιν, δῆλον ὅτι ἐν παντὶ στοχαστέον τοῦ μήτε τὸ ἀκόλουθον ἡμᾶς ἐκφυγεῖν μήτε παραδέξασθαι τὸ μαχόμενον.

πρῶτον οὖν ἐπὶ τῆς θεωρίας γυμνάζουσιν ἡμᾶς οἱ φιλόσοφοι ὅπου ῥᾷον, εἶτα οὕτως ἐπὶ τὰ χαλεπώτερα ἄγουσιν· ἐνταῦθα γὰρ οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα. γελοῖος οὖν ὁ λέγων πρῶτον βούλεσθαι ἐπʼ ἐκείνων·

οὐ γὰρ ῥᾴδιον ἄρχεσθαι ἀπὸ τῶν χαλεπωτέρων.

καὶ τοῦτον ἀπολογισμὸν ἔδει φέρειν πρὸς τοὺς γονεῖς τοὺς ἀγανακτοῦντας ἐπὶ τῷ φιλοσοφεῖν τὰ τέκνα. οὐκοῦν ἁμαρτάνω, πάτερ, καὶ οὐκ οἶδα τὸ ἐπιβάλλον ἐμαυτῷ καὶ προσῆκον· εἰ μὲν οὐδὲ μαθητόν ἐστιν οὐδὲ διδακτόν, τί μοι ἐγκαλεῖς; εἰ δὲ διδακτόν, δίδασκε· εἰ δὲ σὺ μὴ δύνασαι, ἄφες με μαθεῖν παρὰ τῶν λεγόντων εἰδέναι.

ἐπεὶ τί δοκεῖς; ὅτι θέλων περιπίπτω κακῷ καὶ ἀποτυγχάνω τοῦ ἀγαθοῦ; μὴ γένοιτο. τί οὖν ἐστι τὸ αἴτιον τοῦ ἁμαρτάνειν με;

ἡ ἄγνοια. οὐ θέλεις οὖν ἀποθῶμαι τὴν ἄγνοιαν; τίνα πώποτε ὀργὴν ἐδίδαξε τὰ κυβερνητικά, τὰ μουσικά; τὰ βιωτικὰ οὖν διὰ τὴν ὀργήν σου δοκεῖς ὅτι μαθήσομαι;

ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπιβολὴν ἐνηνοχότι.

εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις, οὗτος ἄλλο τι πράσσει ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει;

ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν. διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν, ὅπου τὰ ἐκ σείοντα μεγάλα.

ἐγώ τινα οἶδα κλαίοντα Ἐπαφροδίτου τῶν γονάτων ἁπτόμενον καὶ λέγοντα ταλαιπωρεῖν· ἀπολελεῖφθαι γὰρ αὐτῷ μηδέν, εἰ μὴ ἑκατὸν πεντήκοντα μυριάδας.

τί οὖν ὁ Ἐπαφρόδιτος; κατεγέλασεν ὡς ὑμεῖς; οὔ· ἀλλʼ ἐπιθαυμάσας λέγει τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις;