Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τοῦτʼ ἔστιν οἷος δεῖ κατάσκοπος, σὺ δʼ ἡμῖν ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις. οὐκ ἀπελεύσῃ πάλιν καὶ ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας;

τί οὖν ποιήσω;— τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς; μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας; τί οὖν αἴρεις; τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀντιποιήσῃ.

λέγει σοι θὲς τὴν πλατύσημον· ἰδοὺ στενόσημος. θὲς καὶ ταύτην· ἰδοὺ ἱμάτιον μόνον. θὲς τὸ ἱμάτιον·

ἰδοὺ γυμνός.ἀλλὰ φθόνον μοι κινεῖς. λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτον φοβοῦμαι;

ἀλλὰ κληρονόμον μʼ οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους· ἂν δʼ ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ δʼ ἄλλον ζητήσεις·

ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής.

οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπʼ ἀγαθῶν·

στέψατε δώματα·
εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος·
ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου;
ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα;

οὐδέν σε ὠφελοῦσιν οἱ δορυφόροι;

ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλʼ αὐτῷ τῷ Οἰδίποδι.

ἀλλὰ μακάριος ὁ δεῖνα· μετὰ πολλῶν γὰρ περιπατεῖ. κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ.

τὸ δὲ κεφάλαιον· μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλʼ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει οὐκέτι παίξω, καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν οὐκέτι παίξω ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.

εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδʼ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δʼ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει·

ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν;

— ἀλλὰ ἔντειλαί μοι. — τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυστα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά;

τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν---· τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας.

τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρʼ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος;

ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλʼ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δʼ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε ἃ ἐμελέτησας.

μέχρις οὖ ν τίνος ταῦτα τηρεῖν καλῶς ἔχεις καὶ τὴν παιδιὰν μὴ λύειν;

μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς· ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ. ὑπακούω, ἵνα μὴ παρʼ ἐμὲ λύηται ἡ παιδιά.

ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ. οὐχ ὑπολαμβάνω· καὶ τίς μʼ ἀναγκάσει ὑπολαμβάνειν;