Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα;

δεῖ μὲν οὖν. σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει. ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἡ ἀρχὴ μάχης.

ὁ μὲν λέγει οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί, ὁ δὲ λέγει δεῖ μὲν οὖν. πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος.

πάλιν ὁ μὲν λέγει οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας, ὁ δέ τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;. τὴν σήν φησίν. ἐγὼ οὖν μόνος — ἀλλʼ ἐγὼ μόνος μὴ ἔχω; οὕτως μάχη γίνεται.

τί οὖν ἐστι τὸ παιδεύεσθαι; μανθάνειν τὰς φυσικὰς προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλήλως τῇ φύσει καὶ λοιπὸν διελεῖν,

ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἐφʼ ἡμῖν, τὰ δὲ οὐκ ἐφʼ ἡμῖν· ἐφʼ ἡμῖν μὲν προαίρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφʼ ἡμῖν δὲ τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελφοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί.

ποῦ οὖν θῶμεν τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφʼ ἡμῖν;

— εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή, ἀλλʼ οὐδὲ τέκνα οὐδὲ γονεῖς οὐδὲ πατρίς; — καὶ τίς σου ἀνέξεται;

μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέχεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν εὐδαιμονεῖν; — οὐκ ἐνδέχεται. — καὶ τὴν πρὸς τοὺς κοινωνοὺς οἵαν δεῖ --- ἀναστροφήν; καὶ πῶς ἐνδέχεται;