Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ῥήξας τὸ δηνάριον τῷ ψόφῳ προσέχει καὶ οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος, ἀλλʼ ὑπὸ τῆς πολλῆς προσοχῆς μουσικὸς γίνεται.

οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων,

ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα· ἡ γὰρ ζημία οὐ προσπίπτει.

ὅταν οὖν θέλῃς γνῶναι, πῶς ἔχεις περὶ μὲν τἀγαθὰ καὶ κακὰ ἀνειμένως, περὶ τἀδιάφορα δʼ ἐσπευσμένως, ἐπίστησον πῶς ἔχεις πρὸς τὸ ἐκτυφλωθῆναι καὶ πῶς πρὸς τὸ ἐξαπατηθῆναι καὶ γνώσῃ ὅτι μακρὰν εἶ τοῦ ὡς δεῖ πεπονθέναι περὶ ἀγαθῶν καὶ κακῶν.

ἀλλὰ πολλῆς ἔχει χρείαν παρασκευῆς καὶ πόνου πολλοῦ καὶ μαθημάτων. τί οὖν; ἐλπίζεις ὅτι τὴν μεγίστην τέχνην ἀπὸ ὀλίγων ἔστιν ἀναλαβεῖν;

καίτοι αὐτὸς μὲν ὁ προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει.

τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δʼ ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν;

λέγε τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἡ ἐπὶ μέρους καὶ τί ἐστι φύσις ἡ τῶν ὅλων;

ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφʼ ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;

σὺ δʼ αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βουλευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρκὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν τὸ ἐπικρῖνον;

τί δὲ καὶ λύχνον ἅπτεις καὶ πονεῖς ὑπὲρ ἡμῶν καὶ τηλικαῦτα βιβλία γράφεις; ἵνα μὴ ἀγνοήσωμεν ἡμεῖς τὴν ἀλήθειαν; τίνες ἡμεῖς; τί πρὸς σὲ ὄντες; οὕτω μακρὸς ὁ λόγος γίνεται.

ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν.

ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προσθέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν περιπατεῖς;

ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν· ὦ μεγάλου φιλοσόφου.

τίνες εἰσὶν οὗτοι, ὑφʼ ὧν θαυμάζεσθαι θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;

προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν· καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ ἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς δʼ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον;

πότʼ οὖν ἡ μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις,

ὅταν ὁ μὲν εἴπῃ καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν· οὔ, ἀλλʼ ἀπονενοημένος. ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους.

αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον.

ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα;