Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄγε οὖν, Ἐπίκτητε, διαξύρησαι. ἂν ὦ φιλόσοφος, λέγω οὐ διαξυρῶμαι. ἀλλʼ ἀφελῶ σου τὸν τράχηλον. εἰ σοὶ ἄμεινον, ἄφελε.

ἐπύθετό τις· πόθεν οὖν αἰσθησόμεθα τοῦ κατὰ πρόσωπον ἕκαστος; — πόθεν δʼ ὁ ταῦρος, ἔφη, λέοντος ἐπελθόντος μόνος αἰσθάνεται τῆς αὑτοῦ παρασκευῆς καὶ προβέβληκεν ἑαυτὸν ὑπὲρ τῆς ἀγέλης πάσης; ἢ δῆλον ὅτι εὐθὺς ἅμα τῷ τὴν παρασκευὴν ἔχειν ἀπαντᾷ καὶ συναίσθησις αὐτῆς;

καὶ ἡμῶν τοίνυν ὅστις ἂν ἔχῃ τοιαύτην παρασκευήν, οὐκ ἀγνοήσει αὐτήν.

ἄφνω δὲ ταῦρος οὐ γίνεται οὐδὲ γενναῖος ἄνθρωπος, ἀλλὰ δεῖ χειμασκῆσαι, παρασκευάσασθαι καὶ μὴ εἰκῇ προσπηδᾶν ἐπὶ τὰ μηδὲν προσήκοντα.

μόνον σκέψαι, πόσου πωλεῖς τὴν σεαυτοῦ προαίρεσιν. ἄνθρωπε, εἰ μηδὲν ἄλλο, μὴ ὀλίγου αὐτὴν πωλήσῃς. τὸ δὲ μέγα καὶ ἐξαίρετον ἄλλοις τάχα προσήκει, Σωκράτει καὶ τοῖς τοιούτοις.

— διὰ τί οὖν, εἰ πρὸς τοῦτο πεφύκαμεν, οὐ πάντες ἢ πολλοὶ γίνονται τοιοῦτοι; — ἵπποι γὰρ ὠκεῖς ἅπαντες γίνονται, κύνες γὰρ ἰχνευτικοὶ πάντες;

τί οὖν; ἐπειδὴ ἀφυής εἰμι, ἀποστῶ τῆς ἐπιμελείας τούτου ἕνεκα;

μὴ γένοιτο. Ἐπίκτητος κρείσσων Σωκράτους οὐκ ἔσται· εἰ δὲ μή, οὐ χείρων, τοῦτό μοι ἱκανόν ἐστιν.

οὐδὲ γὰρ Μίλων ἔσομαι καὶ ὅμως οὐκ ἀμελῶ τοῦ σώματος· οὐδὲ Κροῖσος καὶ ὅμως οὐκ ἀμελῶ τῆς κτήσεως· οὐδʼ ἁπλῶς ἄλλου τινὸς τῆς ἐπιμελείας διὰ τὴν ἀπόγνωσιν τῶν ἄκρων ἀφιστάμεθα.