Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

φιλῶ σε. εἶτα εἴ τις ἡμῶν ἐπύθετο τί ποιεῖ αὐτός; ἐλέγετο ὅτι μετὰ Φηλικίωνος βουλεύεται περί τινος.

οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον; τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν;

τοῦτʼ ἔστι τὸ τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.

ἠξίωται δημαρχίας. πάντες οἱ ἀπαντῶντες συνήδονται· ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει.

τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα.

σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου. λέγω αὐτῷ ἄνθρωπε, ἄφες τὸ πρᾶγμα· δαπανήσεις πολλὰ εἰς οὐδέν.

— ἀλλʼ οἱ τὰς φὠνάς, φησί, γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα. — μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών· ἐμὲ γεγράφασιν;

εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις; — μενεῖ μου τὸ ὄνομα. — γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία;

— ἀλλὰ χρυσοῦν στέφανον φορήσω. — εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου· ὄψει γὰρ κομψότερον.

πᾶσα τέχνη καὶ δύναμις προηγουμένων τινῶν ἐστι θεωρητική.

ὅταν μὲν οὖν ὁμοειδὴς τοῖς θεωρουμένοις καὶ αὐτή, ἀναγκαίως καὶ αὑτῆς γίνεται θεωρητική· ὅταν δʼ ἀνομογενής, οὐ δύναται θεωρεῖν ἑαυτήν.

οἷον σκυτικὴ περὶ δέρματα ἀναστρέφεται, αὐτὴ δὲ παντελῶς ἀπήλλακται τῆς ὕλης τῶν δερμάτων· διὰ τοῦτο οὐκ ἔστιν αὑτῆς θεωρητική.

γραμματικὴ πάλιν περὶ τὴν ἐγγράμματον φωνήν· μή τι οὖν ἐστι καὶ αὐτὴ ἐγγράμματος φωνή; οὐδαμῶς. διὰ τοῦτο οὐ δύναται θεωρεῖν ἑαυτήν. ὁ οὖν λόγος πρὸς τί ποτε ὑπὸ τῆς φύσεως παρείληπται;

πρὸς χρῆσιν φαντασιῶν οἵαν δεῖ. αὐτὸς οὖν τί ἐστιν; σύστημα ἐκ ποιῶν φαντασιῶν. οὕτως γίνεται φύσει καὶ αὑτοῦ θεωρητικός.

πάλιν ἡ φρόνησις τίνα θεωρήσουσα παρελήλυθεν; ἀγαθὰ καὶ κακὰ καὶ οὐδέτερα. αὐτὴ οὖν τί ἐστιν; ἀγαθόν. ἡ δʼ ἀφροσύνη τί ἐστιν; κακόν. ὁρᾷς οὖν ὅτι ἀναγκαίως καὶ αὑτῆς γίνεται καὶ τῆς ἐναντίας θεωρητική;

διὰ τοῦτο ἔργον τοῦ φιλοσόφου τὸ μέγιστον καὶ πρῶτον δοκιμάζειν τὰς φαντασίας καὶ διακρίνειν καὶ μηδεμίαν ἀδοκίμαστον προσφέρεσθαι.

ὁρᾶτε ἐπὶ τοῦ νομίσματος, ὅπου δοκεῖ τι εἶναι πρὸς ἡμᾶς, πῶς καὶ τέχνην ἐξευρήκαμεν καὶ ὅσοις ὁ ἀργυρογνώμων προσχρῆται πρὸς δοκιμασίαν τοῦ νομίσματος, τῇ ὄψει, τῇ ἁφῇ, τῇ ὀσφρασίᾳ, τὰ τελευταῖα τῇ ἀκοῇ·

ῥήξας τὸ δηνάριον τῷ ψόφῳ προσέχει καὶ οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος, ἀλλʼ ὑπὸ τῆς πολλῆς προσοχῆς μουσικὸς γίνεται.

οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων,

ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα· ἡ γὰρ ζημία οὐ προσπίπτει.