Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ ὁ τύραννος δήσει. τί; τὸ σκέλος. ἀλλʼ ἀφελεῖ. τί; τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐδʼ ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ Γνῶθι σαυτόν.

τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπʼ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω.

κεφαλὴν ἀλγῶ.οἴμοι μὴ λέγε. ὠτίον ἀλγῶ. οἴμοι μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδʼ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε πάντες με μισοῦσιν. τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον;

τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής· οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι.

τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δʼ ἂν καῦμα ᾖ;

τί δʼ ἐν Ὀλυμπίᾳ; καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δʼ ἂν θάνατον;

δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι· τί, ἂν οἰνωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.

ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι διʼ αὐτό.

εὐθὺς ὁ τύραννος λέγει ἐγώ εἰμι ὁ πάντων κράτιστος. καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον;