Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ ὅτι διʼ ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν ἢ τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων.

ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται.

λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτι ἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀνανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέγραπται.

δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου. μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ; οὐδὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι τὸ ψεῦδος;

οὐδὲ εἷς. ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδιστον;

ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει; καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἢ ἄλλη ὁρμή; τίς δʼ ὄρεξιν καὶ ἔκκλισιν ἢ ἄλλη ὄρεξις καὶ ἔκκλισις;

ἄν μοι, φησί, προσάγῃ θανάτου φόβον, ἀναγκάζει με. οὐ τὸ προσαγόμενον, ἀλλʼ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἢ ἀποθανεῖν.

πάλιν οὖν τὸ σὸν δόγμα σε ἠνάγκασεν, τοῦτʼ ἔστι προαίρεσιν προαίρεσις.

εἰ γὰρ τὸ ἴδιον μέρος, ὃ ἡμῖν ἔδωκεν ἀποσπάσας ὁ θεός, ὑπʼ αὐτοῦ ἢ ὑπʼ ἄλλου τινὸς κωλυτὸν ἢ ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδʼ ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον.