Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

Ἀντισθένης δʼ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις; Σωκράτης δʼ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον;

ἆρʼ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν;

νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν.

ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος.

ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.

ποία οὖν ἐνθάδʼ ὀφρὺς τοῦ ἐξηγουμένου; οὐδʼ αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δʼ οὐκ ἀκολουθεῖ· πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου;

οὐδὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν διʼ αὐτόν, ἀλλʼ ἵνα παρακολουθήσωμεν τῇ φύσει. οὐδὲ γὰρ τοῦ θύτου διʼ αὐτόν, ἀλλʼ ὅτι διʼ ἐκείνου κατανοήσειν οἰόμεθα τὰ μέλλοντα καὶ σημαινόμενα ὑπὸ τῶν θεῶν, οὐδὲ τῶν σπλάγχνων διʼ αὐτά,

ἀλλʼ ὅτι διʼ ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν ἢ τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων.

ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται.