Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾁδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; μέγας ὁ θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα διʼ ὧν τὴν γῆν ἐργασόμεθα·

μέγας ὁ θεός, ὅτι χεῖρας δέδωκεν, ὅτι κατάποσιν, ὅτι κοιλίαν, ὅτι αὔξεσθαι λεληθότως, ὅτι καθεύδοντας ἀναπνεῖν.

ταῦτα ἐφʼ ἑκάστου ἐφυμνεῖν ἔδει καὶ τὸν μέγιστον καὶ θειότατον ὕμνον ἐφυμνεῖν, ὅτι τὴν δύναμιν ἔδωκεν τὴν παρακολουθητικὴν τούτοις καὶ ὁδῷ χρηστικήν.

τί οὖν; ἐπεὶ οἱ πολλοὶ ἀποτετύφλωσθε, οὐκ ἔδει τινὰ εἶναι τὸν ταύτην ἐκπληροῦντα τὴν χώραν καὶ ὑπὲρ πάντων ᾁδοντα τὸν ὕμνον τὸν εἰς τὸν θεόν;

τί γὰρ ἄλλο δύναμαι γέρων χωλὸς εἰ μὴ ὑμνεῖν τὸν θεόν; εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος, τὰ τοῦ κύκνου.

νῦν δὲ λογικός εἰμι· ὑμνεῖν με δεῖ τὸν θεόν. τοῦτό μου τὸ ἔργον ἐστίν, ποιῶ αὐτὸ οὐδʼ ἐγκαταλείψω τὴν τάξιν ταύτην, ἐφʼ ὅσον ἂν διδῶται, καὶ ὑμᾶς ἐπὶ τὴν αὐτὴν ταύτην ᾠδὴν παρακαλῶ.

ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δʼ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ;

δῆλον γὰρ ὅτι ἢ ὑφʼ αὑτοῦ ἢ ὑπʼ ἄλλου. ἤ τοι λόγος ἐστὶν ἐκεῖνος ἢ ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον.

εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον.

εἰναί, ἀλλʼ ἐπείγει μᾶλλον θεραπεύειν καὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν; ἄκουε.

ἀλλʼ ἄν μοι λέγῃς ὅτι οὐκ οἶδα πότερον ἀληθῶς ἢ ψευδῶς διαλέγῃ, κἄν τι κατʼ ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοι διάστιξον, οὐκ ἔτι ἀνέξομαί σου, ἀλλʼ ἐρῶ σοι·

ἀλλʼ ἐπείγει μᾶλλον. διὰ τοῦτο γὰρ οἶμαι προστάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν.

ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι ἢ στῆσαι δυνησόμεθα;

ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ διʼ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδʼ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν;

καὶ πῶς οἷόν τε; ναί· ἀλλʼ ὁ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον.