Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐκ οἶσθας, ἡλίκον μέρος πρὸς τὰ ὅλα; τοῦτο δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐδὲ μικρότερος· λόγου γὰρ μέγεθος οὐ μήκει οὐδʼ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.

οὐ θέλεις οὖν, καθʼ ἃ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που τίθεσθαι τὸ ἀγαθόν;

τάλας ἐγώ, τὸν πατέρα ἔχω τοιοῦτον καὶ τὴν μητέρα. τί οὖν; ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν ὁ δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε τῇ ὥρᾳ, ἵνα ἐγὼ γένωμαι;

οὐκ ἐδίδοτο. ἀλλʼ ἔδει προυποστῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων τινῶν;

ἐκ τοιούτων, ὁποῖοι ἦσαν. τί οὖν; τοιούτων αὐτῶν ὄντων οὐδεμία σοι δίδοται μηχανή; εἶτʼ εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων· ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς, οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος; προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις·

σὺ δʼ αὐτὴν τότε μάλιστα ἀποστρέφεις, ὁπότε ἠνοιγμένην καὶ βλέπουσαν ἔχειν ἔδει.

οὐ μᾶλλον εὐχαριστεῖς τοῖς θεοῖς, ὅτι σε ἐπάνω τούτων ἀφῆκαν ὅσα μηδʼ ἐποίησαν ἐπὶ σοί, μόνον δʼ ὑπεύθυνον ἀπέφηναν τῶν ἐπὶ σοί; γονέων ἕνεκα ἀνυπεύθυνον ἀφῆκαν·

ἀδελφῶν ἕνεκα ἀφῆκαν, σώματος ἕνεκα ἀφῆκαν, κτήσεως, θανάτου, ζωῆς.

τίνος οὖν ὑπεύθυνόν σε ἐποίησαν; τοῦ μόνου ὄντος ἐπὶ σοί, χρήσεως οἵας δεῖ φαντασιῶν.

τί οὖν ἐπισπᾷς σεαυτῷ ταῦτα ὧν ἀνυπεύθυνος εἶ; τοῦτό ἐστιν ἑαυτῷ παρέχειν πράγματα.

πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς θεοῖς, Εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;

ὅταν δὲ θερμὸν αἰτήσαντός σου μὴ ὑπακούσῃ ὁ παῖς ἢ ὑπακούσας χλιαρώτερον ἐνέγκῃ ἢ μηδʼ εὑρεθῇ ἐν τῇ οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μηδὲ ῥήγνυσθαι οὐκ ἔστιν ἀρεστὸν τοῖς θεοῖς;

— πῶς οὖν τις ἀνάσχηται τῶν τοιούτων; — ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς,

ἀλλʼ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν; οὐ μεμνήσῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων;

— ἀλλʼ ὠνὴν αὐτῶν ἔχω, ἐκεῖνοι δʼ ἐμοῦ οὐκ ἔχουσιν. — ὁρᾷς ποῦ βλέπεις; ὅτι εἰς τὴν γῆν, ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς ταλαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ τοὺς τῶν θεῶν οὐ βλέπεις;

πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπʼ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ, Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα;

— δοκεῖ, ἔφη. — τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι;

— δοκεῖ, ἔφη. — πόθεν γὰρ οὕτω τεταγμένως καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλλορροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφʼ ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται;

πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται;

ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δʼ αἱ ἡμέτεραι οὐ πολὺ πλέον;