Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐκ οἶσθας, ἡλίκον μέρος πρὸς τὰ ὅλα; τοῦτο δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐδὲ μικρότερος· λόγου γὰρ μέγεθος οὐ μήκει οὐδʼ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.

οὐ θέλεις οὖν, καθʼ ἃ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που τίθεσθαι τὸ ἀγαθόν;

τάλας ἐγώ, τὸν πατέρα ἔχω τοιοῦτον καὶ τὴν μητέρα. τί οὖν; ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν ὁ δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε τῇ ὥρᾳ, ἵνα ἐγὼ γένωμαι;

οὐκ ἐδίδοτο. ἀλλʼ ἔδει προυποστῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων τινῶν;

ἐκ τοιούτων, ὁποῖοι ἦσαν. τί οὖν; τοιούτων αὐτῶν ὄντων οὐδεμία σοι δίδοται μηχανή; εἶτʼ εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων· ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς, οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος; προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις·