Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τοῦτό σε πείθω ἢ οὐχί; — Πείσθεις, ἔφη. — οἷα δὴ τὰ αἴτια ἐφʼ ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα.

οὐκοῦν ὅταν μὴ ὀρθῶς τι πράττωμεν, ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα ἢ τὸ δόγμα, ἀφʼ οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρασόμεθα μᾶλλον ἢ τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ σώματος.

ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐτὸν τοῦτο αἴτιον ἀποφανοῦμεν.

καὶ οὔτʼ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα· τοῦ δόξαι δὲ ἢ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ ἐκτός.

— οὕτως, ἔφη. — ἀπὸ τῆς σήμερον τοίνυν ἡμέρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐδʼ ἐξετάσομεν, ποῖόν τι ἐστὶν ἢ πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα οὔτε τοὺς ἵππους ἢ κύνας, ἀλλὰ τὰ δόγματα. — εὔχομαι, ἔφη.

— ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι.

τοῦτο δʼ ὅτι μιᾶς ὥρας ἢ ἡμέρας οὐκ ἔστιν, ἐπινοεῖς καὶ αὐτός.

περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες μηδʼ εἶναι τὸ θεῖον, οἱ δʼ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός·

τρίτοι δʼ οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός· τέταρτοι δʼ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατʼ ἰδίαν ἑκάστου·

πέμπτοι δʼ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι

οὐδέ σε λήθω κινύμενος.

πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι, πότερα ὑγιῶς ἢ οὐχ ὑγιῶς λεγόμενόν ἐστιν. εἰ γὰρ μὴ εἰσὶν θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς;

εἰ δʼ εἰσὶν μέν, μηδενὸς δʼ ἐπιμελούμενοι, καὶ οὕτως πῶς ὑγιὲς ἔσται;

ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν;

πάντα οὖν ταῦτα ὁ καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.

ὁ δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παιδεύεσθαι πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γενοίμην ἐλεύθερος;

ἐλεύθερος γάρ ἐστιν, ᾧ γίνεται πάντα κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι.

τί οὖν; ἀπόνοιά ἐστιν ἡ ἐλευθερία; μὴ γένοιτο. μανία γὰρ καὶ ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται.

ἀλλʼ ἐγὼ θέλω πᾶν τὸ δοκοῦν μοι ἀποβαίνειν, κἂν ὁπωσοῦν δοκῇ.

μαινόμενος εἶ, παραφρονεῖς. οὐκ οἶδας, ὅτι καλόν τι ἐλευθερία ἐστὶ καὶ ἀξιόλογον; τὸ δʼ ὡς ἔτυχέν με βούλεσθαι τὰ δʼ ὡς ἔτυχεν δόξαντα γίνεσθαι, τοῦτο κινδυνεύει οὐ μόνον οὐκ εἶναι καλόν, ἀλλὰ καὶ πάντων αἴσχιστον εἶναι.

πῶς γὰρ ἐπὶ γραμματικῶν ποιοῦμεν; βούλομαι γράφειν ὡς θέλω τὸ Δίωνος ὄνομα; οὔ· ἀλλὰ διδάσκομαι θέλειν, ὡς δεῖ γράφεσθαι. τί ἐπὶ μουσικῶν; ὡσαύτως.