Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν; δεῖ τὰ ἐφʼ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δʼ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. πῶς οὖν πέφυκεν; ὡς ἂν ὁ θεὸς θέλῃ.

ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον; τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς;

οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπʼ ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν.

ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷ κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ἄν τί θέλω, φησίν, ἐρῶ σου τῷ κυρίῳ.

τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις; τί γὰρ ἄλλο ἢ τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν;

ἀποθανεῖν με δεῖ· μή τι οὖν καὶ στένοντα; δεθῆναι· μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι· μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα;

εἰπὲ τὰ ἀπόρρητα. οὐ λέγω· τοῦτο γὰρ ἐπʼ ἐμοί ἐστιν. ἀλλὰ δήσω σε. ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδʼ ὁ Ζεὺς νικῆσαι δύναται.

εἰς φυλακήν σε βαλῶ. τὸ σωμάτιον. ἀποκεφαλίσω σε. πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν;