Excerpta ex Theodoto
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Αὐτίκα ὁ κύριος μετὰ τὸ βάπτισμα σαλεύεται εἰς ἡμέτερον τύπον καὶ γίνεται πρῶτον »μετὰ θηρίων« ἐν τῇ ἐρήμῳ, εἶτα κρατήσας τούτων καὶ τοῦ ἄρχοντος αὐτῶν, ὡς ἂν ἤδη βασιλεὺς ἀληθής, ὑπ᾿ ἀγγέλων ἤδη διακονεῖται. ὁ γὰρ ἀγγέλων ἐν σαρκὶ κρατήσας εὐλόγως ὑπ᾿ ἀγγέλων ἤδη δουλεύεται. δεῖ οὖν ὡπλίσθαι τοῖς κυριακοῖς ὅπλοις ἔχοντας τὸ σῶμα καὶ τὴν ψυχὴν ἄτρωτον, »ὅπλοις σβέσαι τὰ βέλη τοῦ διαβόλου δυναμένοις«, ὥς φησιν ὁ ἀπόστολος.
Ἐπὶ τοῦ προσκομισθέντος νομίσματος ὁ κύριος εἶπεν οὐ τίνος τὸ κτῆμα, ἀλλά· »τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή; Καίσαρος·« ἵνα οὗ ἐστιν, ἐκείνῳ δοθῇ. οὕτως καὶ ὁ πιστός· ἐπιγραφὴν μὲν ἔχει διὰ Χριστοῦ τὸ