Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Τοῦ πυρὸς τὸ μὲν σωματικὸν σωμάτων ἅπτεται πάντων, τὸ δὲ καθαρὸν καὶ ἀσώματον ἀσωμάτων φασὶν ἅπτεσθαι, οἷον δαιμόνων,

132
ἀγγέλων τῆς πονηρίας, αὐτοῦ τοῦ διαβόλου. οὕτως ἐστὶ
988 P
τὸ ἐπουράνιον καὶ τὸ ἐπίγειον> πῦρ δισσὸν τὴν φύσιν, τὸ μὲν νοητόν, τὸ δὲ αἰσθητόν. καὶ τὸ βάπτισμα οὖν
344 S
διπλοῦν ἀναλόγως, τὸ μὲν αἰσθητὸν δι᾿ ὕδατος, τοῦ αἰσθητοῦ πυρὸς σβεστήριον, τὸ δὲ νοητὸν διὰ πνεύματος, τοῦ νοητοῦ πυρὸς ἀλεξητήριον. καὶ τὸ σωματικὸν πνεῦμα τοῦ αἰσθητοῦ πυρὸς τροφὴ καὶ ὑπέκκαυμα γίνεται ὀλίγον ὄν, πλεῖον δὲ γενόμενον σβεστήριον πέφυκεν, τὸ δὲ ἄνωθεν δοθὲν ἡμῖν πνεῦμα ἀσώματον ὂν οὐ στοιχείων μόνων, ἀλλὰ καὶ δυνάμεων κρατεῖ καὶ ἀρχῶν πονηρῶν.

Καὶ ὁ ἄρτος καὶ τὸ ἔλαιον ἁγιάζεται τῇ δυνάμει τοῦ ὀνόματος θεοῦ, τὰ αὐτὰ ὄντα κατὰ τὸ φαινόμενον οἷα ἐλήφθη· ἀλλὰ δυνάμει εἰς δύναμιν πνευματικὴν μεταβέβληται. οὕτως καὶ τὸ ὕδωρ, καὶ τὸ ἐξορκιζόμενον καὶ τὸ βάπτισμα γινόμενον, οὐ μόνον χωρίζει τὸ χεῖρον, ἀλλὰ καὶ ἁγιασμὸν προσλαμβάνει.

Ἐπὶ τὸ βάπτισμα χαίροντας ἔρχεσθαι προσῆκεν, ἀλλ᾿ ἐπεὶ πολλάκις συγκαταβαίνει τισὶ καὶ ἀκάθαρτα πνεύματα, ἃ παρακολουθοῦντα καὶ τυχόντα μετὰ τοῦ ἀνθρώπου τῆς σφραγῖδος ἀνίατα τοῦ ἀνθρώπου τῆς σφραγῖδος ἀνίατα τοῦ λοιποῦ γίνεται, [ἃ] τῇ χαρᾷ συμπλέκεται φόβος, ἵνα τις μόνος καθαρὸς αὐτὸς κατέλθῃ.

Διὰ τοῦτο νηστεῖαι, δεήσεις, εὐχαί, ἐπάρσεις χειρῶν, γονυκλισίαι, ὅτι ψυχὴ ἐκ κόσμου καὶ »ἐκ στόματος λεόντων« ἀνασῴζεται, διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ᾿ ὧν ἀφῃρέθη, κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

Αὐτίκα ὁ κύριος μετὰ τὸ βάπτισμα σαλεύεται εἰς ἡμέτερον τύπον καὶ γίνεται πρῶτον »μετὰ θηρίων« ἐν τῇ ἐρήμῳ, εἶτα κρατήσας τούτων καὶ τοῦ ἄρχοντος αὐτῶν, ὡς ἂν ἤδη βασιλεὺς ἀληθής, ὑπ᾿ ἀγγέλων ἤδη διακονεῖται. ὁ γὰρ ἀγγέλων ἐν σαρκὶ κρατήσας εὐλόγως ὑπ᾿ ἀγγέλων ἤδη δουλεύεται. δεῖ οὖν ὡπλίσθαι τοῖς κυριακοῖς ὅπλοις ἔχοντας τὸ σῶμα καὶ τὴν ψυχὴν ἄτρωτον, »ὅπλοις σβέσαι τὰ βέλη τοῦ διαβόλου δυναμένοις«, ὥς φησιν ὁ ἀπόστολος.

133

Ἐπὶ τοῦ προσκομισθέντος νομίσματος ὁ κύριος εἶπεν οὐ τίνος τὸ κτῆμα, ἀλλά· »τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή; Καίσαρος·« ἵνα οὗ ἐστιν, ἐκείνῳ δοθῇ. οὕτως καὶ ὁ πιστός· ἐπιγραφὴν μὲν ἔχει διὰ Χριστοῦ τὸ

989 P
ὄνομα τοῦ θεοῦ, τὸ δὲ πνεῦμα ὡς εἰκόνα. καὶ τὰ ἄλογα ζῷα διὰ σφραγῖδος δείκνυσι τίνος ἐστὶν ἕκαστον, καὶ ἐκ τῆς σφραγῖδος ἐκδικεῖται· οὕτως καὶ ἡ ψυχὴ ἡ πιστὴ τὸ τῆς ἀληθείας λαβοῦσα σφράγισμα »τὰ στίγματα τοῦ Χριστοῦ« περιφέρει. οὗτοί εἰσιν »τὰ παιδία τὰ ἤδη ἐν τῇ κοίτῃ συναναπαυόμενα« καὶ »αἱ παρθένοι αἱ φρόνιμοι«, αἷς αἱ λοιπαὶ αἱ μέλλουσαι οὐ συνεισῆλθον εἰς τὰ »ἡτοιμασμένα ἀγαθά, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«.