Excerpta ex Theodoto
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Τοῦ πυρὸς τὸ μὲν σωματικὸν σωμάτων ἅπτεται πάντων, τὸ δὲ καθαρὸν καὶ ἀσώματον ἀσωμάτων φασὶν ἅπτεσθαι, οἷον δαιμόνων,
132
ἀγγέλων τῆς πονηρίας, αὐτοῦ τοῦ διαβόλου. οὕτως ἐστὶ 988 P
τὸ ἐπουράνιον καὶ τὸ ἐπίγειον> πῦρ δισσὸν τὴν φύσιν, τὸ μὲν νοητόν, τὸ δὲ αἰσθητόν. καὶ τὸ βάπτισμα οὖν 344 S
διπλοῦν ἀναλόγως, τὸ μὲν αἰσθητὸν δι᾿ ὕδατος, τοῦ αἰσθητοῦ πυρὸς σβεστήριον, τὸ δὲ νοητὸν διὰ πνεύματος, τοῦ νοητοῦ πυρὸς ἀλεξητήριον. καὶ τὸ σωματικὸν πνεῦμα τοῦ αἰσθητοῦ πυρὸς τροφὴ καὶ ὑπέκκαυμα γίνεται ὀλίγον ὄν, πλεῖον δὲ γενόμενον σβεστήριον πέφυκεν, τὸ δὲ ἄνωθεν δοθὲν ἡμῖν πνεῦμα ἀσώματον ὂν οὐ στοιχείων μόνων, ἀλλὰ καὶ δυνάμεων κρατεῖ καὶ ἀρχῶν πονηρῶν.Καὶ ὁ ἄρτος καὶ τὸ ἔλαιον ἁγιάζεται τῇ δυνάμει τοῦ ὀνόματος θεοῦ, τὰ αὐτὰ ὄντα κατὰ τὸ φαινόμενον οἷα ἐλήφθη· ἀλλὰ δυνάμει εἰς δύναμιν πνευματικὴν μεταβέβληται. οὕτως καὶ τὸ ὕδωρ, καὶ τὸ ἐξορκιζόμενον καὶ τὸ βάπτισμα γινόμενον, οὐ μόνον χωρίζει τὸ χεῖρον, ἀλλὰ καὶ ἁγιασμὸν προσλαμβάνει.