Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Διὰ δὴ τοὺς ἀντικειμένους, οἳ διὰ τοῦ σώματος καὶ τῶν ἐκτὸς ἐπιβατεύουσι τῆς ψυχῆς καὶ ἐνεχυράζουσιν εἰς δουλείαν, οἱ [δὲ] δεξιοὶ οὔκ εἰσιν ἱκανοὶ παρακολουθοῦντες σῴζειν καὶ φυλάσσειν ἡμᾶς. οὐ γάρ εἰσι τέλεον προνοητικοί, ὥσπερ ὁ ἀγαθὸς ποιμήν, ἀλλὰ μισθωτῷ παραπλήσιος ἕκαστος, τὸν λύκον ὁρῶντι προσιόντα καὶ φεύγοντι καὶ οὐ προθύμῳ τὴν ψυχὴν ὑπὲρ τῶν ἰδίων προβάτων ἐπιδιδόναι. προσέτι δὲ καὶ ὁ ἄνθρωπος, ὑπὲρ οὗ ἡ μάχη, ἀσθενὲς ὂν ζῷον, εὐεπίφορόν ἐστι πρὸς τὸ χεῖρον καὶ τοῖς μισοῦσι συλλαμβανόμενον· ὅθεν καὶ πλείω τὰ κακὰ ὑπάρχει αὐτῷ.

Διὰ τοῦτο ὁ κύριος κατῆλθεν εἰρήνην ποιήσων τὴν ἀπ᾿ οὐρανοῦ τοῖς ἐπὶ γῆς, ὥς φησιν ὁ ἀπόστολος· »εἰρήνη ἐπὶ τῆς γῆς καὶ δόξα ἐν ὑψίστοις.« διὰ τοῦτο ἀνέτειλεν ξένος ἀστὴρ καὶ καινὸς καταλύων τὴν παλαιὰν ἀστροθεσίαν, καινῷ φωτί, οὐ κοσμικῷ λαμπόμενος, ὁ καινὰς ὁδοὺς καὶ σωτηρίους τρεπόμενος, ὡς αὐτὸς ὁ κύριος ἀνθρώπων ὁδηγὸς ὁ κατελθὼν εἰς γῆν, ἵνα μεταθῇ τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας ἀπὸ τῆς Εἱμαρμένης εἰς τὴν ἐκείνου πρόνοιαν.