Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἡ μὲν οὖν τῶν πνευματικῶν ἀνάπαυσις ἐν κυριακῇ, ἐν ὀγδοάδι, ἣ κυριακὴ ὀνομάζεται, παρὰ τῇ μητρί, ἐχόντων τὰς ψυχάς, τὰ ἐνδύματα. ἄχρι συντελείας. αἱ δὲ ἄλλαι πισταὶ ψυχαὶ παρὰ τῷ Δημιουργῷ, περὶ δὲ τὴν συντέλειαν ἀναχωροῦσι καὶ αὗται εἰς ὀγδοάδα. εἶτα τὸ δεῖπνον τῶν γάμων κοινὸν πάντων τῶν σῳζομένων, ἄχρις ἂν ἀπισωθῇ πάντα καὶ ἄλληλα γνωρίσῃ.

985 P

Τὸ δὲ ἐντεῦθεν ἀποθέμενα τὰ πνευματικὰ τὰς ψυχὰς ἅμα τῇ

μητρὶ κομιζομένῃ τὸν νυμφίον. κομιζόμενα καὶ αὐτὰ τοὺς νυμφίους τοὺς ἀγγέλους ἑαυτῶν. εἰς τὸν νυμφῶνα ἐντὸς τοῦ Ὅρου εἰσίασι καὶ πρὸς τὴν τοῦ πατρὸς ὄψιν ἔρχονται, αἰῶνες νοεροὶ γενόμενα. εἰς τοὺς νοεροὺς καὶ αἰωνίους γάμους τῆς συζυγίας.

Ὁ δὲ τοῦ δείπνου μὲν »ἀρχιτρίκλινος«, τῶν γάμων δὲ παράνυμφος, »τοῦ νυμφίου δὲ φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς τοῦ νυμφίου, χαρᾷ χαίρει«. τοῦτο αὐτοῦ »τὸ πλήρωμα τῆς χαρᾶς« καὶ τῆς ἀναπαύσεως.

Ὁ σωτὴρ τοὺς ἀποστόλους ἐδίδασκεν, τὰ μὲν πρῶτα τυπικῶς καὶ μυστικῶς, τὰ δὲ ὕστερα παραβολικῶς καὶ ᾐνιγμένως, τὰ δὲ τρίτα σαφῶς καὶ γυμνῶς κατὰ μόνας.

129

»Οτε ἦμεν ἐν τῇ σαρκί«, φησὶν ὁ ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν. σάρκα οὖν λέγειν αὐτόν φησιν ἐκείνην τὴν ἀσθένειαν, τὴν ἀπὸ τῆς ἄνω γυναικὸς προβολήν. καὶ ὅταν ὁ σωτὴρ πρὸς Σαλώμην λέγῃ μέχρι τότε εἶναι θάνατον, ἄχρις ἂν αἱ γυναῖκες τίκτωσιν, οὐ τὴν γένεσιν κακίζων ἔλεγεν, ἀναγκαίαν οὖσαν διὰ τὴν σωτηρίαν τῶν πιστευόντων· δεῖ γὰρ εἶναι τὴν γένεσιν ταύτην, ἄχρις ἂν τὸ σπέρμα προ[σ]ενεχθῇ τὸ προλελογισμένον· ἀλλὰ περὶ τῆς ἄνω θηλείας αἰνίττεται, ἧς τὰ πάθη κτίσις γέγονεν τῆς καὶ τὰς ἀμόρφους οὐσίας προβαλ[λ]ούσης, δι᾿ ἣν καὶ ὁ κύριος κατῆλθεν, ἀπὸ μὲν τοῦ πάθους ἡμᾶς ἀποσπάσων, ἑαυτῷ δὲ εἰσποιησόμενος.

Ἄχρι μὲν γὰρ ἦμεν τῆς θηλείας μόνης τέκνα, ὡς ἂν αἰσχρᾶς συζυγίας, ἀτελῆ καὶ νήπια καὶ ἄφρονα καὶ ἀσθενῆ καὶ ἄμορφα, οἷον ἐκτρώματα προ[σ]ενεχθέντα, τῆς γυναικὸς ἦμεν τέκνα, ὑπὸ δὲ τοῦ σωτῆρος μορφωθέντες ἀνδρὸς καὶ νυμφῶνος γεγόναμεν τέκνα.