Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

»ἐγὼ ἡ ζωή, ἐγὼ ἡ ἀλήθεια,

984 P
ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.« τὸ δὲ πνευματικόν, ὃ ἀνείληφεν, καὶ τὸ ψυχικὸν οὕτως ἐμφαίνει· »τὸ δὲ παιδίον ηὔξανεν καὶ προέκοπτεν ἐν σοφίᾳ.« σοφίας μὲν γὰρ τὸ πνευματικὸν δεῖται, μεγέθους δὲ τὸ ψυχικόν. διὰ δὲ τῶν ἐκρυέντων ἐκ τῆς πλευρᾶς ἐδήλου ταῖς ἐκρύσεσι τῶν παθῶν ἀπὸ τῶν ἐμπαθῶν ἀπαθεῖς γενομένας τὰς οὐσίας σεσῶσθαι. καὶ ὅταν λέγῃ »δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ἀποδοκιμασθῆναι, ὑβρισθῆναι, σταυρωθῆναι«, ὡς περὶ ἄλλου φαίνεται λέγων, δηλονότι τοῦ ἐμπαθοῦς. καὶ »προάξω ὑμᾶς« λέγει »τῇ τρίτῃ τῶν ἡμερῶν εἶς τὴν Γαλιλαίαν«· αὐτὸς γὰρ προάγει πάντα. καὶ τὴν ἀφανῶς σῳζομένην ψυχὴν ἀναστήσειν ᾐνίσσετο καὶ ἀποκαταστήσειν οὗ νῦν προάγει. ἀπέθανεν δὲ ἀποστάντος τοῦ καταβάντος ἐπ᾿ αὐτῷ ἐπὶ τῷ Ἰορδάνῃ πνεύματος, οὐκ ἰδίᾳ γενομένου, ἀλλὰ συσταλέντος, ἵνα καὶ ἐνεργήσῃ ὁ θάνατος, ἐπεὶ πῶς τῆς ζωῆς παρούσης ἐν αὐτῷ ἀπέθανεν τὸ σῶμα; οὕτω γὰρ ἂν καὶ αὐτοῦ τοῦ σωτῆρος ὁ θάνατος ἐκράτησεν ἄν, ὅπερ ἄτοπον. δόλῳ δὲ ὁ θάνατος κατεστρατηγήθη· ἀποθανόντος γὰρ τοῦ σώματος καὶ κρατήσαντος αὐτὸ τοῦ θανάτου, ἀναστείλας τὴν ἐπελθοῦσαν ἀκτῖνα τῆς δυνάμεως ὁ σωτὴρ ἀπώλεσε μὲν τὸν θάνατον. τὸ δὲ θνητὸν σῶμα ἀποβαλὼν πάθη ἀνέστησεν. τὰ ψυχικὰ μὲν οὖν οὕτως ἀνίσταται καὶ ἀνασῴζεται. πιστεύσαντα δὲ τὰ πνευματικὰ ὑπὲρ ἐκεῖνα σῴζεται. »ἐνδύματα γάμων« τὰς ψυχὰς λαβόντα.

128

Κάθηται μὲν οὖν ὁ ψυχικὸς Χριστὸς ἐν δεξιᾷ τοῦ Δημιουργοῦ.

καθὸ καὶ ὁ Δαβὶδ λέγει »κάθου ἐκ δεξιῶν μου« καὶ τὰ ἑξῆς. κάθηται δὲ μέχρι συντελείας. »ἵνα ἴδωσιν εἰς ὃν ἐξεκέντησαν«. ἐξεκέντησαν δὲ τὸ φαινόμενον, ὃ ἦν σὰρξ τοῦ ψυχικοῦ. »ὀστοῦν γὰρ αὐτοῦ οὐ συντριβήσεται« φησί· καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τὴν ψυχὴν ὀστοῦν ἠλληγόρησεν ἡ προφητεία. αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ πάσχοντος τοῦ σώματος ἑαυτὴν εἰς τὰς χεῖρας τοῦ πατρὸς παρακατέθετο. τὸ δ᾿ ἐν τῷ ὀστέῳ πνευματικὸν οὐκέτι παρακατατίθεται, ἀλλ᾿ αὐτὸς σῴζει.