Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Τοῦτο » ζιζάνιον« ὀνομάζεται συμφυὲς τῇ ψυχῇ, τῷ χρηστῷ σπέρματι, τοῦτο καὶ σπέρμα τοῦ διαβόλου ὡς ὁμοούσιον ἐκείνῳ καὶ ὄφις καὶ διαπτερνιστὴς καὶ λῃστὴς ἐπιτιθέμενος κεφαλῇ βασιλέως. ἔσχεν δὲ ὁ Ἀδὰμ ἀδήλως αὐτῷ ὑπὸ τῆς Σοφίας ἐνσπαρὲν τὸ σπέρμα τὸ πνευματικὸν εἰς τὴν ψυχήν· »διαταγείς«, φησί, »δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ θεὸς εἶς ἐστιν.« δι᾿ ἀγγέλων οὖν τῶν ἀρρένων τὰ σπέρματα ὑπηρετεῖται τὰ εἰς γένεσιν προβληθέντα ὑπὸ τῆς Σοφίας, καθὸ ἐγχωρεῖ γίνεσθαι. ἅτε γὰρ Δημιουργὸς ἀδήλως κινούμενος ὑπὸ τῆς Σοφίας οἴεται αὐτοκίνητος εἶναι ὁμοίως καὶ οἱ ἄνθρωποι. πρῶτον οὖν σπέρμα πνευματικὸν τὸ ἐν τῷ Ἀδὰμ προέβαλεν ἡ Σοφία, ἵνα ᾖ τὸ ὀστοῦν. ἡ λογικὴ καὶ οὐρανία ψυχή, μὴ κενή, ἀλλὰ μυελοῦ γέμουσα πνευματικοῦ.

Ἀπὸ δὲ τοῦ Ἀδὰμ τρεῖς φύσεις γεννῶνται, πρώτη μὲν ἡ ἄλογος.

ἧς ἦν Κάιν, δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη

125
δὲ ἡ πνευματική. ἧς ἦν Σήθ. καὶ ὁ μὲν χοϊκός ἐστι »κατ᾿ εἰκόνα«. ὁ δὲ ψυχικὸς »καθ᾿ ὁμοίωσιν« θεοῦ, ὁ δὲ πνευματικὸς κατ᾿ ἰδίαν, ἐφ᾿ οἷς τρισὶν ἄνευ τῶν ἄλλων παίδων τοῦ Ἀδὰμ εἴρηται· »αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων.« ὅτι δὲ πνευματικὸς ὁ Σήθ, οὔτε ποιμαίνει οὔτε γεωργεῖ, ἀλλὰ παῖδα καρποφορεῖ, ὡς τὰ πνευματικά· καὶ τοῦτον, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου«, ἄνω βλέποντα. οὗ »τὸ πολίτευμα ἐν οὐρανῷ«, τοῦτον ὁ κόσμος οὐ χωρεῖ.