Excerpta ex Theodoto
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Ἄνθρωπος γοῦν ἐστιν ἐν ἀνθρώπῳ, ψυχικὸς ἐν χοϊκῷ, οὐ μέρει μέρος, ἀλλὰ ὅλῳ ὅλος συνών, ἀρρήτῳ δυνάμει θεοῦ· ὅθεν ἐν τῷ παραδείσῳ, τῷ τετάρτῳ οὐρανῷ, δημιουργεῖται· ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ᾿ ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική. ταῦτα σημαίνει »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου«, τὴν θείαν ψυχὴν
Τοῦτο τὸ σαρκίον »ἀντίδικον« ὁ σωτὴρ εἶπεν καὶ ὁ Παῦλος »νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου«, καὶ »δῆσαι« παραινεῖ καὶ »ἁρπάσαι ὡς ἰσχυροῦ τὰ σκεύη«, τοῦ ἀντιπολεμοῦντος τῇ οὐρανίῳ ψυχῇ. ὁ σωτήρ, καὶ »ἀπηλλάχθαι αὐτοῦ« παραινεῖ »κατὰ τὴν ὁδόν, μὴ τῇ φυλακῇ περιπέσωμεν καὶ τῇ κολάσει«· ὁμοίως
Τοῦτο » ζιζάνιον« ὀνομάζεται συμφυὲς τῇ ψυχῇ, τῷ χρηστῷ σπέρματι, τοῦτο καὶ σπέρμα τοῦ διαβόλου ὡς ὁμοούσιον ἐκείνῳ καὶ ὄφις καὶ διαπτερνιστὴς καὶ λῃστὴς ἐπιτιθέμενος κεφαλῇ βασιλέως. ἔσχεν δὲ ὁ Ἀδὰμ ἀδήλως αὐτῷ ὑπὸ τῆς Σοφίας ἐνσπαρὲν τὸ σπέρμα τὸ πνευματικὸν εἰς τὴν ψυχήν· »διαταγείς«, φησί, »δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ θεὸς εἶς ἐστιν.« δι᾿ ἀγγέλων οὖν τῶν ἀρρένων τὰ σπέρματα ὑπηρετεῖται τὰ εἰς γένεσιν προβληθέντα ὑπὸ τῆς Σοφίας, καθὸ ἐγχωρεῖ γίνεσθαι. ἅτε γὰρ Δημιουργὸς ἀδήλως κινούμενος ὑπὸ τῆς Σοφίας οἴεται αὐτοκίνητος εἶναι ὁμοίως καὶ οἱ ἄνθρωποι. πρῶτον οὖν σπέρμα πνευματικὸν τὸ ἐν τῷ Ἀδὰμ προέβαλεν ἡ Σοφία, ἵνα ᾖ τὸ ὀστοῦν. ἡ λογικὴ καὶ οὐρανία ψυχή, μὴ κενή, ἀλλὰ μυελοῦ γέμουσα πνευματικοῦ.
Ἀπὸ δὲ τοῦ Ἀδὰμ τρεῖς φύσεις γεννῶνται, πρώτη μὲν ἡ ἄλογος.
ἧς ἦν Κάιν, δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη
Τοῖς τρισὶν ἀσωμάτοις ἐπὶ τοῦ Ἀδὰμ τέταρτον ἐπενδύεται ὁ χοϊκὸς τοὺς »δερματίνους χιτῶνας«. οὔτ᾿ οὖν ἀπὸ τοῦ πνεύματος οὔτ᾿ οὖν ἀπὸ τοῦ ἐμφυσήματος σπείρει ὁ Ἀδάμ· θεῖα γὰρ ἄμφω. καὶ δι᾿ αὐτοῦ μέν, οὐχ ὑπ᾿ αὐτοῦ δέ, προβάλλεται ἄμφω· τὸ δὲ ὑλικὸν αὐτοῦ ἐνεργὸν εἰς σπέρμα καὶ γένεσιν, ὡς ἂν τῷ σπέρματι συγκεκραμένον καὶ ταύτης ἐν ζωῇ τῆς ἁρμονίας ἀποστῆναι μὴ δυνάμενον. κατὰ τοῦτο πατὴρ ἡμῶν ὁ Ἀδάμ. »ὁ πρῶτος[δ᾿] ἄνθρωπος ἐκ γῆς χοϊκός«.
εἰ δὲ καὶ ἐκ ψυχικοῦ ἔσπειρεν καὶ ἐκ πνευματικοῦ καθάπερ ἐξ ὑλικοῦ, πάντες ἂν ἴσοι καὶ δίκαιοι ἐγεγόνεισαν καὶ ἐν πᾶσιν