Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἐπεὶ δὲ οὐκ ἐγίνωσκεν τὴν δι᾿ αὑτοῦ ἐνεργοῦσαν οἰόμενος ἰδίᾳ δυνάμει δημιουργεῖν φιλεργὸς ὢν φύσει, διὰ τοῦτο εἶπεν ὁ ἀπόστολος· »ὑπετάγη τῇ ματαιότητι τοῦ κόσμου, οὐχ ἑκών, ἀλλὰ διὰ τὸν

341 S
ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὸς ἐλευθερωθήσεται«, ὅταν συλλεγῇ τὰ σπέρματα τοῦ θεοῦ. τεκμήριον δὲ μάλιστα τοῦ ἀκουσίου τὸ εὐλογεῖν τὸ σάββατον καὶ τὴν ἀπὸ τῶν πόνων ἀνάπαυσιν ὑπερασπάζεσθαι.

»Λαβὼν χοῦν ἀπὸ τῆς γῆς«, οὐ τῆς ξηρᾶς, ἀλλὰ τῆς πολυμεροῦς καὶ ποικίλης ὕλης μέρος, ψυχὴν γεώδη καὶ [ὑλικὴν ἐτεκτήνατο ἄλογον καὶ τῇ τῶν θηρίων ὁμοούσιον· οὗτος ὁ »κατ᾿ εἰκόνα« ἄνθρωπος. ὁ δὲ »καθ᾿ ὁμοίωσιν« τὴν αὐτοῦ τοῦ Δημιουργοῦ ἐκεῖνός ἐστιν, ὃν εἰς τοῦτον »ἐνεφύσησέν« τε καὶ ἐνέσπειρεν, ὁμοούσιόν τι αὐτῷ δι᾿ ἀγγέλων ἐνθείς· καθὸ μὲν ἀόρατός ἐστι καὶ ἀσώματος, τὴν οὐσίαν αὐτοῦ »πνοὴν ζωῆς« προσεῖπεν, μορφωθὲν δὲ »ψυχὴ ζῶσα« ἐγένετο, ὅπερ εἶναι καὶ αὐτὸς ἐν ταῖς προφητικαῖς γραφαῖς ὁμολογεῖ.