Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Λέγουσιν οὖν ὅτι αἱ δεξιαὶ ᾔδεσαν τοῦ Ἰησοῦ καὶ τοῦ χριστοῦ τὰ ὀνόματα καὶ πρὸ τῆς παρουσίας, ἀλλὰ τοῦ σημείου οὐκ ᾔδεσαν τὴν δύναμιν. καὶ δόντος πᾶσαν τὴν ἐξουσίαν τοῦ πατρός, συναινέσαντος δὲ καὶ τοῦ πληρώματος. ἐκπέμπεται »ὁ τῆς βουλῆς ἄγγελος«. καὶ γίνεται κεφαλὴ τῶν ὅλων μετὰ τὸν πατέρα· »πάντα γὰρ ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι, κυριότητες, βασιλεῖαι, θεότητες, λειτουργίαι·« »διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος τῆς δόξης Ἰησοῦς Χριστὸς σωτήρ,« »ἀναβὰς αὐτὸς καὶ καταβάς· τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη; ὁ καταβὰς αὐτός ἐστιν εἰς τὰ κατώτατα τῆς γῆς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.«

Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν φωτὶ ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλιάσατο καὶ προσεκύνησεν, τοὺς

121
δὲ ἄρρενας ἀγγέλους τοὺς σὺν αὐτῷ ἐκπεμφθέντας θεασαμένη, κατῃδέσθη
980 P
καὶ κάλυμμα ἐπέθετο. διὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος κελεύει τὰς γυναῖκας »φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«.

Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν