Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

ἐκράθη, ὥσπερ τοῖς ὅλοις, οὕτω δὲ καὶ τῷ Παρακλήτῳ. υἱόθετος μέντοι γέγονεν ὁ Χριστὸς ὡς πρὸς τὰ πληρώματα ἐκλεκτὸς γενόμενος καὶ »πρωτότοκος« τῶν ἐνθάδε πραγμάτων.

Ἔστιν οὖν ὁ λόγος οὗτος παράκουσμα τοῦ ἡμετέρου, ἐκ τοῦ ὑποκειμένου »πρωτότοκον« λέγοντος τὸν σωτῆρα, καὶ ἔστιν ὡσπερεὶ ῥίζα καὶ κεφαλὴ ἡμῶν, ἡ δὲ ἐκκλησία καρποὶ αὐτοῦ.

Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος καὶ συσταλέντος εἰς τὸ πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγάγετο ἄρχοντα εἰς τύπον τοῦ φυγόντος αὐτὴν κατ᾿ ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος τοῦ πατρὸς

118
τῶν ὅλων. διὸ καὶ ἥττων γίνεται, ὡς ἂν ἐκ πάθους τῆς ἐπιθυμίας συνεστώς. ἐμυσάχθη μέντοι ἐνιδοῦσα τὴν ἀποτομίαν αὐτοῦ, ὥς φασιν αὐτοί.

Ἀλλὰ καὶ αἱ εὐώνυμοι δυνάμεις. πρῶται προβληθεῖσαι τῶν δεξιῶν ὑπ᾿ αὐτῆς, ὑπὸ τῆς τοῦ φωτὸς παρουσίας οὐ μορφοῦνται, κατελείφθησαν δὲ αἱ ἀριστεραὶ ὑπὸ τοῦ Τόπου μορφωθῆναι. τῆς μητρὸς οὖν μετὰ τοῦ υἱοῦ καὶ τῶν σπερμάτων

978 P
εἰσελθούσης εἰς τὸ πλήρωμα, τότε ὁ Τόπος τὴν ἐξουσίαν τῆς μητρὸς καὶ τὴν τάξιν ἀπολήψεται, ἣν νῦν ἔχει ἡ μήτηρ.