Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ὁ ἱερεὺς εἰσιὼν ἐντὸς τοῦ καταπετάσματος τοῦ δευτέρου τό τε πέταλον ἀπετίθει παρὰ τῷ

976 P
θυσιαστηρίῳ τοῦ θυμιάματος, αὐτὸς δὲ ἐν σιγῇ τὸ ἐν τῇ καρδίᾳ ἐγκεχαραγμένον ὄνομα ἔχων εἰσῄει, δεικνὺς τὴν ἀπόθεσιν τοῦ καθάπερ πετάλου χρυσοῦ καθαροῦ γενομένου καὶ κούφου διὰ τὴν κάθαρσιν, τοῦ ὥσπερ σώματος τῆς ψυχῆς [ἀπόθεσιν], ἐν ᾧ ἐγκεχάρακτο τὸ γάνωμα τῆς θεοσεβείας, δι᾿ οὗ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐγινώσκετο τὸ ὄνομα περικείμενος. ἀποτίθεται δὲ τοῦτο τὸ σῶμα, τὸ πέταλον τὸ ἀβαρὲς γενόμενον, ἐντὸς τοῦ καταπετάσματος τοῦ δευτέρου, ἐν τῷ νοητῷ κόσμῳ, ὅ ἐστι δεύτερον ὁλοσχερὲς καταπέτασμα τοῦ παντός, παρὰ τὸ θυσιαστήριον τοῦ
116
θυμιάματος, παρὰ τοὺς λειτουργοὺς τῶν ἀναφερομένων εὐχῶν ἀγγέλους. γυμνὴ δὲ ἡ ψυχὴ ἐν δυνάμει τοῦ συνειδότος, οἶον σῶμα τῆς δυνάμεως γενομένη μεταβαίνει εἰς τὰ πνευματικά. λογικὴ τῷ ὄντι καὶ ἀρχιερατικὴ γενομένη, ὡς ἂν ἐμψυχουμένη ὡς εἰπεῖν ὑπὸ τοῦ λόγου προσεχῶς ἤδη, καθάπερ οἱ ἀρχάγγελοι τῶν ἀγγέλων ἀρχιερεῖς γενόμενοι καὶ τούτων πάλιν οἱ πρωτόκτιστοι. ποῦ δὲ ἔτι γραφῆς καὶ μαθήσεως κατόρθωμα τῇ ψυχῇ ἐκείνῃ τῇ καθαρᾷ γενομένῃ, ὅπου καὶ ἀξιοῦται »πρόσωπον πρὸς πρόσωπον« θεὸν ὁρᾶν; τὴν γοῦν ἀγγελικὴν διδασκαλίαν ὑπερβᾶσα καὶ τὸ ὄνομα τὸ διδασκόμενον ἐγγράφως ἐπὶ τὴν γνῶσιν καὶ κατάληψιν τῶν πραγμάτων ἔρχεται. οὐκέτι νύμφη. ἀλλ᾿ ἤδη λόγος γενόμενος καὶ παρὰ τῷ νυμφίῳ καταλύων μετὰ τῶν πρωτοκλήτων καὶ πρωτοκτίστων. φίλων μὲν δι᾿ ἀγάπην, υἱῶν δὲ διὰ τὴν διδασκαλίαν καὶ ὑπακοήν, ἀδελφῶν δὲ διὰ τὸ τῆς γενέσεως κοινόν. ὥστε τὸ μὲν τῆς οἰκονομίας ἦν, τὸ πέταλον περικεῖσθαι καὶ μανθάνειν εἰς γνῶσιν, τὸ δὲ δυνάμεως. τὸ θεοφόρον γίνεσθαι τὸν ἄνθρωπον προσεχῶς ἐνεργούμενον ὑπὸ τοῦ κυρίου καὶ καθάπερ σῶμα αὐτοῦ γινόμενον.

Τὸ »θεὸς ἀποδιδοὺς ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς ἀπειθοῦσι« φασὶν οἱ ἀπὸ Βασιλείδου κατὰ τὰς ἐνσωματώσεις, οἱ δὲ ἀπὸ Οὐαλεντίνου τοὺς τρεῖς τόπους δηλοῦσθαι τοὺς ἀριστερούς, τετάρτην δὲ γενεὰν τὰ σπέρματα αὐτῶν, »ἔλεον δὲ ποιῶν εἰς χιλιάδας« ἐπὶ τὰ δεξιά.

Ἡ Σιγή, φασί, μήτηρ οὖσα πάντων τῶν προβληθέντων ὑπὸ τοῦ Βάθους. ὃ μὲν οὐκ ἔσχεν εἰπεῖν, περὶ τοῦ ἀρρήτου σεσίγηκεν, ὃ δὲ κα τέλαβεν, τοῦτο ἀκατάληπτον προσηγόρευσεν.

339 S

Εἶτα ἐκλαθόμενοι τῆς δόξης τοῦ θεοῦ παθεῖν αὐτὸν λέγουσιν ἀθέως. ὃ γὰρ συνεπάθησεν ὁ πατήρ, στερεὸς ὢν τῇ φύσει, φησὶν ὁ Θεόδοτος, καὶ ἀνένδοτος,

977 P
ἐνδόσιμον ἑαυτὸν παρασχών, ἵνα ἡ σιγὴ
117
τοῦτο καταλάβῃ, πάθος ἐστίν. ἡ γὰρ συμπάθεια πάθος τινὸς διὰ πάθος ἑτέρου. ναὶ μὴν καὶ τοῦ πάθους γενομένου τὸ ὅλον συνεπάθησεν καὶ αὐτὸ εἰς διόρθωσιν τοῦ παθόντος.

Ἀλλὰ καὶ εἰ ὁ κατελθὼν εὐδοκία τοῦ ὅλου ἦν (»ἐν αὐτῷ γὰρ πᾶν τὸ πλήρωμα ἦν σωματικῶς«), ἔπαθεν δὲ οὗτος, δῆλον ὅτι καὶ τὰ ἐν αὐτῷ σπέρματα συνέπαθεν, δι᾿ ὧν τὸ ὅλον καὶ τὸ πᾶν εὑρίσκεται πάσχον. ἀλλὰ καὶ διὰ τῆς τοῦ δωδεκάτου αἰῶνος πείσεως τὰ ὅλα παιδευθέντα, ὥς φασι, συνεπάθησεν. τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ πατρός εἰσιν, ὄνομα ἀνωνόμαστον, μορφὴ καὶ γνῶσις. ὁ δὲ βουληθεὶς αἰὼν τὸ ὑπὲρ τὴν γνῶσιν λαβεῖν ἐν ἀγνωσίᾳ καὶ ἀμορφίᾳ ἐγένετο. ὅθεν καὶ κένωμα γνώσεως εἰργάσατο, ὅπερ ἐστὶ σκιὰ τοῦ ὀνόματος· ὅπερ ἐστὶν υἱός, μορφὴ τῶν αἰώνων. οὕτως τὸ κατὰ μέρος ὄνομα τῶν αἰώνων ἀπώλεια ἐστὶ τοῦ ὀνόματος.

Ἐν πληρώματι οὖν ἑνότητος οὔσης ἕκαστος τῶν αἰώνων ἴδιον ἔχει πλήρωμα, τὴν συζυγίαν. ὅσα οὖν ἐκ συζυγίας, φασί, προέρχεται, πληρώματά ἐστιν, ὅσα δὲ ἀπὸ ἑνός, εἰκόνες. ὅθεν ὁ Θεόδοτος τὸν Χριστὸν ἐξ ἐννοίας προελθόντα τῆς Σοφίας εἰκόνα τοῦ πληρώματος ἐκάλεσεν. οὗτος δὲ καταλείψας τὴν μητέρα ἀνελθὼν εἰς τὸ πλήρωμα