Excerpta ex Theodoto
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Τὸν Παράκλητον οἱ ἀπὸ Οὐαλεντίνου τὸν Ἰησοῦν λέγουσιν. ὅτι πλήρης τῶν αἰώνων ἐλήλυθεν, ὡς ἀπὸ τοῦ ὅλου προελθών. Χριστὸς γὰρ καταλείψας τὴν προβαλοῦσαν αὐτὸν
975 P
Σοφίαν εἰσελθὼν εἰς τὸ πλήρωμα ὑπὲρ τῆς ἔξω καταλειφθείσης Σοφίας ᾐτήσατο τὴν βοήθειαν. καὶ ἐξ εὐδοκίας τῶν αἰώνων Ἰησοῦς προβάλλεται παράκλητος τῷ παρελθόντι αἰῶνι. ἐν τύπῳ δὲ Παρακλήτου ὁ Παῦλος ἀναστάσεως ἀπόστολος γέγονεν. αὐτίκα μετὰ τὸ πάθος τοῦ κυρίου καὶ αὐτὸς ἀπεστάλη κηρύσσειν· διὸ καὶ καθ᾿ ἑκάτερον ἐκήρυξε τὸν σωτῆρα, γεννητὸν καὶ παθητὸν διὰ τοὺς ἀριστερούς, ὅτι τοῦτον γνῶναι δυνηθέντες κατὰ τὸν τόπον τοῦτον δεδίασιν, καὶ κατὰ τὸ πνευματικὸν ἐξ ἁγίου πνεύματος καὶ παρθένου, ὡς οἱ δεξιοὶ ἄγγελοι γινώσκουσιν. ἰδίως γὰρ ἕκαστος γνωρίζει τὸν κύριον καὶ οὐχ ὁμοίως πάντες »τὸ πρόσωπον τοῦ πατρὸς ὁρῶσιν οἱ ἄγγελοι τούτων· τῶν μικρῶν« τῶν ἐκλεκτῶν. τῶν ἐσομένων ἐν τῇ αὐτῇ κληρονομίᾳ καὶ τελειότητι. τάχα δὲ τὸ πρόσωπον ἔστι μὲν καὶ ὁ υἱός, ἔστι δὲ καὶ ὅσον καταληπτὸν 115
τοῦ πατρὸς δι᾿ υἱοῦ δεδιδαγμένοι θεωροῦσι, τὸ δὲ λοιπὸν ἄγνωστόν ἐστι τοῦ πατρός.Λέγουσιν οἱ Οὐαλεντινιανοὶ ὅτι ὃ κατὰ εἷς τῶν προφητῶν ἔσχεν πνεῦμα ἐξαίρετον εἰς διακονίαν, τοῦτο ἐπὶ πάντας τοὺς τῆς ἐκκλησίας ἐξεχύθη· διὸ καὶ τὰ σημεῖα τοῦ πνεύματος, ἰάσεις καὶ προφητεῖαι, διὰ τῆς ἐκκλησίας ἐπιτελοῦνται. ἀγνοοῦσι δὲ ὅτι ὁ Παράκλητος ὁ προσεχῶς ἐνεργῶν νῦν ἐν τῇ ἐκκλησίᾳ τῆς αὐτῆς οὐσίας ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργήσαντι κατὰ τὴν παλαιὰν διαθήκην.