Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι᾿ ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς. ἡ γοῦν ἀνθρωπίνη μῖξις ἡ κατὰ γάμον ἐκ δυεῖν μεμιγμένων σπερμάτων ἑνὸς γένεσιν παιδίου ἀποτελεῖ, καὶ τὸ σῶμα εἰς γῆν ἀναλυθὲν κέκραται τῇ γῇ καὶ τὸ ὕδωρ τῷ οἴνῳ. τὰ δὲ κρείττω καὶ διαφορώτερα σώματα ῥᾳδίαν ἴσχει τὴν κρᾶσιν· πνεῦμα γοῦν πνεύματι μίγνυται. ἐμοὶ δὲ δοκεῖ κατὰ παράθεσιν τοῦτο γενέσθαι, ἀλλ᾿ οὐ κατὰ κρᾶσιν. μή τι οὖν ἡ θεία δύναμις διήκουσα τὴν ψυχὴν ἁγιάζει αὐτὴν κατὰ τὴν τελευταίαν προκοπήν. »ὁ γὰρ θεὸς πνεῦμα, ὅπου θέλει πνεῖ.« ἡ γὰρ δύναμις οὐ κατ᾿ οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν, παράκειται δὲ τὸ πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ.

973 P

Ὁ σωτὴρ ὤφθη κατιὼν τοῖς ἀγγέλοις, διὸ καὶ εὐηγγελίσαντο αὐτόν, ἀλλὰ καὶ τῷ Ἀβραὰμ καὶ τοῖς λοιποῖς δικαίοις τοῖς ἐν τῇ ἀναπαύσει οὖσιν ἐν τοῖς δεξιοῖς ὤφθη· »ἠγαλλιάσατο«, γὰρ φησίν, »ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν«, τὴν ἐν σαρκὶ παρουσίαν. ὅθεν ἀναστὰς ὁ κύριος εὐηγγελίσατο τοὺς δικαίους τοὺς ἐν τῇ ἀναπαύσει καὶ μετέστησεν αὐτοὺς καὶ μετέθηκεν, καὶ πάντες »ἐν τῇ σκιᾷ αὐτοῦ ζήσονται«. σκιὰ γὰρ τῆς δόξης τοῦ σωτῆρος τῆς παρὰ τῷ πατρὶ ἡ παρουσία ἡ ἐνταῦθα· φωτὸς δὲ σκιὰ οὐ σκότος, ἀλλὰ φωτισμός ἐστιν.