Quis dives salvetur

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ δι᾿ ὃ λέλεκται τῆς παραβολῆς παρεχέσθω. διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντιστέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς

951 P
τῆς ζωῆς ἐπίβουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ χρηστέον καὶ τὴν ζωὴν κτητέον. ἐπειδὴ γὰρ οὔτε ἐκ παντὸς ἀπόλλυταί
178
τις, ὅτι πλουτεῖ δεδιώς, οὔτε ἐκ παντὸς σῴζεται θαρρῶν καὶ πιστεύων ὡς σωθήσεται, φέρε σκεπτέον ἥντινα τὴν ἐλπίδα αὐτοῖς ὁ σωτὴρ ὑπογράφει καὶ πῶς ἂν τὸ μὲν ἀνέλπιστον ἐχέγγυον γένοιτο, τὸ δὲ ἐλπισθὲν εἰς κτῆσιν ἀφίκοιτο.

Φησὶν οὖν ὁ διδάσκαλος, τίς ἡ μεγίστη τῶν ἐντολῶν ἠρωτημένος· »ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου«, ταύτης μείζω μηδεμίαν ἐντολὴν εἶναι, καὶ μάλα εἰκότως, καὶ γὰρ καὶ περὶ τοῦ πρώτου καὶ περὶ τοῦ μεγίστου παρήγγελται. αὐτοῦ τοῦ θεοῦ πατρὸς ἡμῶν, δι᾿ οὗ καὶ γέγονε καὶ ἔστι τὰ πάντα καὶ εἰς ὃν τὰ σῳζόμενα πάλιν ἐπανέρχεται. ὑπὸ τούτου τοίνυν προαγαπηθέντας καὶ τοῦ γενέσθαι τυχόντας οὐχ ὅσιον ἄλλο τι πρεσβύτερον ἄγειν καὶ τιμιώτερον, ἐκτίνοντας μόνην τὴν χάριν ταύτην μικρὰν ἐπὶ μεγίστοις, ἄλλο δὲ μηδοτιοῦν ἔχοντας ἀνενδεεῖ καὶ τελείῳ θεῷ πρὸς ἀμοιβὴν ἐπινοῆσαι, αὐτῷ δὲ τῷ ἀγαπᾶν τὸν πατέρα εἰς οἰκείαν ἰσχὺν καὶ δύναμιν ἀφθαρσίαν κομιζομένους, ὅσον γὰρ ἀγαπᾷ τις θεόν, τοσούτῳ καὶ πλέον ἐνδοτέρω τοῦ θεοῦ παραδύεται.

Δευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι

λέγει τό· »ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν·« οὐκοῦν τὸν θεὸν ὑπὲρ σεαυτόν. πυνθανομένου δὲ τοῦ προσδιαλεγομένου »τίς ἐστιν πλησίον;« οὐ τὸν αὐτὸν τρόπον Ἰουδαίοις προωρίσατο τὸν πρὸς αἵματος οὐδὲ τὸν πολίτην οὐδὲ τὸν προσήλυτον οὐδὲ τὸν ὁμοίως περιτετμημένον οὐδὲ τὸν ἑνὶ καὶ ταὐτῷ νόμῳ χρώμενον· ἀλλὰ ἄνωθεν καταβαίνοντα ἀπὸ Ἱερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλ᾿ ἧκε συνεσκευασμένος ὧν ὁ κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον. »τίς«, ἔφη, »τούτων γέγονε πλησίον τῷ τὰ δεινὰ παθόντι;« τοῦ δὲ ἀποκριναμένου ὅτι »ὁ τὸν ἔλεον πρὸς αὐτὸν ἐπιδειξάμενος· καὶ σὺ τοίνυν πορευθεὶς οὕτω ποίει«, ὡς τῆς ἀγάπης βλαστανούσης εὐποιίαν.

179