Quis dives salvetur
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Ὁ δὲ κύριος ἀποκρίνεται διότι »τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ«. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθ᾿ αὑτὸν μὲν ἀσκῶν και διαπονούμενος ἀπάθειαν ὁ ἄνθρωπος οὐδὲν ἀνύει, ἐὰν δὲ γένηται δῆλος ὑπερεπιθυμῶν τούτου καὶ διεσπουδακώς. τῇ προσθήκῃ τῆς παρὰ θεοῦ δυνάμεως περιγίνεται· βουλομέναις μὲν γὰρ ταῖς ψυχαῖς ὁ θεὸς συνεπιπνεῖ, εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας. καὶ τὸ δοθὲν ἐκ θεοῦ πνεῦμα συνεστάλη· τὸ μὲν γὰρ ἄκοντας σῴζειν ἐστὶ βιαζομένου, τὸ δὲ αἱρουμένους χαριζομένου. οὐδὲ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ᾿ οἱ »βιασταὶ ἁρπάζουσιν αὐτήν«· αὕτη γὰρ μόνη βία καλή, θεὸν βιάσασθαι καὶ παρὰ θεοῦ ζωὴν ἁρπάσαι, ὁ δὲ γνοὺς τοὺς βιαίως, μᾶλλον δὲ βεβαίως ἀντεχομένους [συνεχώρησεν] εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώμενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος. ὁ ἐκλεκτός. ὁ ἐξαίρετος, ὁ πρῶτος τῶν μαθητῶν. ὑπὲρ οὗ μόνου καὶ ἑαυτοῦ τὸν. φόρον ὁ σωτὴρ ἐκτελεῖ, ταχέως ἥρπασε καὶ συνέβαλε τὸν λόγον. καὶ
»Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω. ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου. ἀπολήψεται ἑκατονταπλασίονα.« ἀλλὰ μηδὲ τοῦθ᾿ ἡμᾶς ἐπιταρασσέτω μηδὲ τὸ ἔτι τούτου σκληρότερον ἀλλαχοῦ ταῖς φωναῖς ἐξενηνεγμένον· »ὅς οὐ μισεῖ πατέρα καὶ μητέρα καὶ παῖδας. προσέτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, ἐμὸς μαθητὴς εἶναι οὐ δύναται.« οὐ γὰρ εἰσηγεῖται μῖσος καὶ διάλυσιν ἀπὸ τῶν φιλτάτων ὁ τῆς εἰρήνης θεός. ὅ γε καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν παραινῶν. εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπητέον, ἀνάλογον ἀπ᾿ ἐκείνων ἀνιόντι καὶ τοὺς ἐγγυτάτω γένους· ἢ εἰ μισητέον τοὺς πρὸς αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς προβάλλεσθαι κατιὼν ὁ λόγος διδάσκει, ὥστε ἀλλήλους ἀναιροῦντες ἐλέγχοιντ᾿ ἂν οἱ λόγοι. ἀλλ᾿ οὐδ᾿ ἀναιροῦσιν οὐδ᾿ ἐγγύς, ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν καὶ ἐχθρὸν ἀγαπώῃ ὁ μήτε ἐχθρὸν ἀμυνόμενος μήτε πατέρα Χριστοῦ πλέον αἰδούμενος. ἐν ἐκείνῳ μὲν γὰρ τῷ λόγῳ μῖσος ἐκκόπτει καὶ κακοποιίαν, ἐν τούτῳ δὲ τὴν πρὸς τὰ σύντροφα δυσωπίαν. εἰ βλάπτοι πρὸς σωτηρίαν, εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω. ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.