Quis dives salvetur
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμ᾿ ἄν· ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς. καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς. πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρχοντα π[ρ]ότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα γίνεται; ὁ τοίνυν ἀποβαλὼν τὴν κοσμικὴν περιουσίαν ἔτι δύναται πλουτεῖν τῶν παθῶν καὶ τῆς ὕλης μὴ παρούσης· ἡ γάρ τοι διάθεσις τὸ αὑτῆς ἐνεργεῖ καὶ τὸν λογισμὸν ἄγχει καὶ πιέζει καὶ φλεγμαίνει ταῖς συντρόφοις ἐπιθυμίαις· οὐδὲν οὖν προὔργου γέγονεν αὐτῷ πτωχεύειν χρημάτων πλουτοῦντι τῶν παθῶν. οὐ γὰρ τὰ ἀπόβλητα ἀπέβαλεν, ἀλλὰ τὰ ἀδιάφορα, καὶ τῶν μὲν ὑπηρετικῶν ἑαυτὸν περιέκοψεν, ἐξέκαυσε δὲ τὴν ὕλην τῆς κακίας τὴν ἔμφυτον τῇ τῶν ἐκτὸς ἀπορίᾳ. ἀποτακτέον οὖν τοῖς ὑπάρχουσι τοῖς βλαβεροῖς. οὐχὶ τοῖς ἐὰν ἐπίστηταί τις τὴν ὀρθὴν χρῆσιν καὶ συνωφελεῖν δυναμένοις. ὠφελεῖ δὲ τὰ μετὰ φρονήσεως καὶ σωφροσύνης καὶ εὐσεβείας οἰκονομούμενα, ἀπωστέα δὲ τὰ ἐπιζήμια· τὰ δὲ ἐκτὸς οὐ βλάπτει.
Οὕτως οὖν ὁ κύριος καὶ τὴν τῶν ἐκτὸς χρείαν εἰσάγει. κελεύων ἀποθέσθαι
δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη. ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ καθαρεύουσαν. τουτέστι πτωχεύουσαν καὶ γυμνήν. τὴν ψυχὴν παρασχόμενον οὕτως ἤδη τοῦ σωτῆρος ἀκοῦσαι λέγοντος· »δεῦρο ἀκολούθει μοι.« ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ