Quis dives salvetur

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφοροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ προσποιούμενοι χαρίσασθαι τὰ ἀχάριστα. ἀλλὰ καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι· ἀσεβεῖς μὲν, ὅτι παρέντες αἰνεῖν καὶ δοξάζειν τὸν μόνον τέλειον καὶ ἀγαθὸν θεόν, ἐξ οὗ τὰ πάντα καὶ δι᾿ οὗ τὰ πάντα καὶ εἰς ὃν τὰ πάντα, περιάπτουσι το . . . . . . . . . . . τὸ γέρας ἀνθρώποις ἐνασ . . . . . . . . . . . βίῳ κυλινδουμένοις. . . . . . . τὸ κεφάλαιον ὑποκείμενον τῇ κρίσει τοῦ θεοῦ· ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ᾿ αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι᾿ ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι᾿ ὃν θαυμάζονται.

936 P
παρασκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου· τῷ γὰρ ὑψουμένῳ καὶ μεγαλυνομένῳ παραπέπηγεν ἀντίστροφος ἡ πρὸς τὸ ταπεινὸν μεταβολὴ καὶ πτῶσις, ὡς ὁ θεῖος διδάσκει λόγος. ἐμοὶ δὲ φαίνεται μακρῷ φιλανθρωπότερον εἶναι τοῦ θεραπεύειν. . . . . . . . . . . . τοὺς πλουτοῦντας . . . . . . . . . . ἐπὶ κακῷ τὸ συναίρεσθαι . . . . . . . . . . τὴν σωτηρίαν αὐτοῖς . . . . . . . . . . . . . . ἅπαντα τὸν δυνατὸν τρόπον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς ἀναιρήσεται. δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία διαθέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.

Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν ἢ τοῖς ἀχρημάτοις τῶν ἀνθρώπων, ἀλλὰ ποικίλον. οἱ μὲν γὰρ αὐτόθεν καὶ προχείρως ἀκούσαντες τῆς τοῦ κυρίου φωνῆς, ὅτι ῥᾷον κάμηλος διὰ τρήματος ῥαφίδος διεκδύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπογνόντες ἑαυτοὺς ὡς οὐ βιωσόμενοι, τῷ κόσμῳ πάντα χαριζόμενοι καὶ τῆς ἐνταῦθα ζωῆς ὡς μόνης ἑαυτοῖς ὑπολειπομένης ἐκκρεμασθέντες

161
ἀπέστησαν πλέον τῆς ἐκεῖ ὁδοῦ, μηκέτι πολυπραγμονήσαντες μήτε τίνας τοὺς πλουσίους ὁ δεσπότης καὶ διδάσκαλος προσαγορεύει μήτε ὅπως τὸ ἀδύνατον ἐν ἀνθρώποις δυνατὸν γίνεται. ἄλλοι δὲ τοῦτο μὲν συνῆκαν ὀρθῶς καὶ προσηκόντως, τῶν δὲ ἔργων τῶν εἰς τὴν σωτηρίαν ἀναφερόντων ὀλιγωρήσαντες οὐ παρεσκευάσαντο τὴν δέουσαν παρασκευὴν εἰς τὸ τῶν ἐλπιζομένων τυχεῖν. λέγω δὲ ταῦτα. ἑκάτερα περὶ τῶν πλουσίων τῶν καὶ τῆς δυνάμεως τοῦ σωτῆρος καὶ τῆς ἐπιφανοῦς σωτηρίας ᾐσθημένων, τῶν δὲ ἀμυήτων τῆς ἀληθείας ὀλίγον μοι μέλει.

Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως . . . . . . . . . . . . . . . .

καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς διὰ οἰκείαν φιλοκέρδειαν, πρῶτον μὲν αὐτῶν ἐξαιρεῖν τῷ λόγῳ τὴν κενὴν ἀπόγνωσιν καὶ δηλοῦν μετὰ τῆς δεούσης ἐξηγήσεως τῶν λογίων τοῦ κυρίου

937 P
διότι οὐκ ἀποκέκοπται τέλεον αὐτοῖς ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν ὑπακούσωσι ταῖς ἐντολαῖς· εἶθ᾿ ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ ὅτι βουλομένους αὐτοὺς ὁ σωτὴρ ἀσμένως δέχεται, τότε καὶ προδεικνύναι καὶ μυσταγωγεῖν, ὅπως ἂν καὶ δι᾿ οἵων ἔργων τε καὶ διαθέσεων ἐπαύραιντο τῆς ἐλπίδος, ὡς οὔτ᾿ ἀμηχάνου καθεστώσης αὐτοῖς οὔτε τοὐναντίον εἰκῇ περιγινομένης. ἀλλ᾿ ὅνπερ τρόπον ἔχει τὸ τῶν ἀθλητῶν, ἵνα μικρὰ καὶ ἐπίκηρα μεγάλοις καὶ ἀφθάρτοις παραβάλωμεν, τουτὶ καὶ ἐφ᾿ ἑαυτοῦ ὁ κατὰ κόσμον πλουτῶν λογιζέσθω. καὶ γὰρ ἐκείνων ὁ μὲν ὅτι δυνήσεται νικᾶν καὶ στεφάνων τυγχάνειν ἀπελπίσας οὐδ᾿ ὅλως ἐπὶ τὴν ἄθλησιν ἀπεγράψατο. ὁ δὲ ταύτην μὲν ἐμβαλόμενος τῇ γνώμῃ τὴν ἐλπίδα, πόνους δὲ καὶ γυμνάσια καὶ τροφὰς μὴ προσιέμενος προσφόρους, ἀστεφάνωτος διεγένετο καὶ διήμαρτε τῶν ἐλπίδων. οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνορῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ τῶν στεφάνων τῆς ἀφθαρσίας ἐλπιζέτω μεταλαβεῖν· ἀλλ᾿ αὑτὸν ὑποβαλέτω φέρων γυμναστῇ μὲν
162
τῶ λόγῳ. ἀγωνοθέτῃ δὲ τῷ Χριστῷ· τροφὴ δὲ αὐτῷ καὶ ποτὸν γενέσθω τεταγμένον ἡ καινὴ διαθήκη τοῦ κυρίου. γυμνάσια δὲ αἱ ἐντολαί. εὐσχημοσύνη δὲ καὶ κόσμος αἱ καλαὶ διαθέσεις, ἀγάπη, πίστις. ἐλπίς, γνῶσις ἀληθείας . . . . . . . . . . . . . πραότης, εὐσπλαγχνία, σεμνότης, ἵν᾿, ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ᾿ ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.

Δοίη τοίνυν ἡμῖν ὁ σωτὴρ ἐντεῦθεν ἀρξαμένοις τοῦ λόγου τἀληθῆ καὶ τὰ πρέποντα καὶ τὰ σωτήρια συμβαλέσθαι τοῖς ἀδελφοῖς πρός τε τὴν ἐλπίδα πρῶτον αὐτὴν καὶ δεύτερον πρὸς τὴν τῆς ἐλπίδος προσαγωγήν. ὃ δὲ χαρίζεται δεομένοις καὶ αἰτοῦντας διδάσκει καὶ λύει τὴν ἄγνοιαν καὶ τὴν ἀπόγνωσιν ἀποσείεται, τοὺς αὐτοὺς πάλιν εἰσάγων λόγους περὶ τῶν πλουσίων. ἑαυτῶν ἑρμηνέας γινομένους καὶ ἐξηγητὰς ἀσφαλεῖς. οὐδὲν γὰρ οἷον αὐτῶν αὖθις ἀκοῦσαι τῶν ῥητῶν. ἅπερ ἡμᾶς ἐν τοῖς εὐαγγελίοις ἄχρι νῦν διετάρασσεν ἀβασανίστως καὶ διημαρτημένως ὑπὸ νηπιότητος ἀκροωμένους. »ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσελθών τις ἐγονυπέτει λέγων· ›διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα

938 P
ζωὴν αἰώνιον κληρονομήσω;‹ ὁ δὲ Ἰησοῦς λέγει· τί με ἀγαθὸν λέγεις; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ὃ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· ›πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου. ὁ δὲ Ἰησοῦς ἐμβλέψας ἠγάπησεν αὐτὸν καὶ εἶπεν· ›ἕν σοι ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, πώλησον ὅσα ἔχεις καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.‹ ὃ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων χρήματα πολλὰ καὶ ἀγρούς. περιβλεψάμενος δὲ ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· ›πῶς δυσκόλως οἱ τὰ χρήμα τα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ.‹ οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. πάλιν δὲ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· ›τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας
163
ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· εὐκόλως διὰ τῆς τρυμαλιᾶς τῆς βελόνης κάμηλος εἰσελεύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τοῦ θεοῦ.‹ οἳ δὲ περισσῶς ἐξεπλήσσοντο καὶ ἔλεγον· ›τίς οὖν δύναται σωθῆναι;‹ ὃ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· ›ὅ τι παρὰ ἀνθρώποις ἀδύνατον, παρὰ θεῷ δυνατόν.‹ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ›ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.‹ ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς [λέγγει]·› ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου. ἀπολήψεται ἑκατονταπλασίονα. νῦν ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμὼν εἰς ποῦ: ἐν δὲ τῷ ἐρχομένῳ ζωή[ν] ἐστιν αἰώνιος. [ἐν δὲ] ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.«

Ταῦτα μὲν ἐν τῷ κατὰ Μάρκον εὐαγγελίῳ γέγραπται· καὶ ἐν τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς ἀνωμολογημένοις ὀλίγον μὲν ἴσως ἑκασταχοῦ τῶν ῥημάτων ἐναλλάσσει, πάντα δὲ τὴν αὐτὴν τῆς γνώμης συμφωνίαν ἐπιδείκνυται. δεὶ δὲ σαφῶς εἰδότας ὡς οὐδὲν ἀνθρωπίνως ὁ σωτήρ. ἀλλὰ πάντα θείᾳ σοφίᾳ καὶ μυστικῇ διδάσκει τοὺς ἑαυτοῦ, μὴ σαρκίνως ἀκροᾶσθαι τῶν λεγομένων. ἀλλὰ τὸν ἐν αὐτοῖς κεκρυμμένον νοῦν μετὰ τῆς ἀξίας ζητήσεως καὶ συνέσεως ἐρευνᾶν καὶ καταμανθάνειν. καὶ γὰρ τὰ ὑπ᾿ αὐτοῦ τοῦ κυρίου δοκοῦντα ἡπλῶσθαι πρὸς τοὺς μαθητὰς τῶν ᾐνιγμένως ὑπειρημένων οὐδὲν ἥττονος [ἔτι καὶ νῦν]. ἀλλὰ πλείονος ἔτι καὶ νῦν τῆς ἐπιστάσεως εὑρίσκεται δεόμενα διὰ τὴν ὑπερβάλλουσαν τῆς φρονήσεως ἐν αὐτοῖς ὑπερβολήν. ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπ᾿ αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπ᾿ αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων,

939 P
εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα. ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπ᾿ αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.

Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας. ὁ

164
διδάσκαλος περὶ κεφαλαίου [οὐ τῶν διδασκομένων δογμάτων. ἡ ἀλήθεια περὶ τῆς ἀληθινῆς ἀθανασίας, ὁ λόγος περὶ τοῦ πατρῴου λόγου. ὁ τέλειος περὶ τῆς τελείας ἀναπαύσεως, ὁ ἄφθαρτος περὶ τῆς βεβαίας ἀφθαρσίας. ἠρώτηται περὶ τούτων ὑπὲρ ὧν καὶ κατελήλυθεν. ἃ παιδεύει. ἃ διδάσκει. ἃ παρέχει, ἵνα δείξῃ τὴν τοῦ εὐαγγελίου ὑπόθεσιν. ὅτι δόσις ἐστὶν αἰωνίου ζωῆς. πρόοιδε δὲ ὡς θεὸς καὶ ἃ μέλλει διερωτηθήσεσθαι καὶ ἃ μέλλει τις αὐτῷ ἀποκρίνεσθαι. τίς γὰρ καὶ μᾶλλον ἣ ὁ προφήτης προφητῶν καὶ κύριος παντὸς προφητικοῦ πνεύματος; κληθεὶς δὲ ἀγαθός. ἀπ᾿ αὐτοῦ πρώτου τοῦ ῥήματος τούτου τὸ ἐνδόσιμον λαβὼν ἐντεῦθεν καὶ τῆς διδασκαλίας ἄρχεται, ἐπιστρέφων τὸν μαθητὴν ἐπὶ τὸ θεὸν τὸν ἀγαθὸν καὶ πρῶτον καὶ μόνον ζωῆς αἰωνίου ταμίαν, ἣν ὁ υἱὸς δίδωσιν ἡμῖν παρ᾿ ἐκείνου λαβών.

Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτῆρα αἰωνίων καὶ πρῶτον καὶ ὑπέρτατον καὶ ἕνα καὶ ἀγαθὸν θεόν. ὅν ἔστι κτήσασθαι διὰ γνώσεως καὶ καταλήψεως· αὕτη γὰρ ἄτρεπτος καὶ ἀσάλευτος ἀρχὴ καὶ κρηπὶς ζωῆς, ἐπιστήμη θεοῦ τοῦ ὄντως ὄντος καὶ τὰ ὄντα. τουτέστι τὰ αἰώνια, δωρουμένου, ἐξ οὗ καὶ τὸ εἶναι τοῖς ἄλλοις ὑπάρχει καὶ τὸ μεῖναι λαβεῖν. ἡ μὲν γὰρ τούτου ἄγνοια θάνατός ἐστιν, ἡ δὲ ἐπίγνωσις αὐτοῦ καὶ οἰκείωσις καὶ ἡ πρὸς αὐτὸν ἀγάπη καὶ ἐξομοίωσις μόνη ζωή.

Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν »οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«. ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετ᾿ ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον »ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ«· καὶ οὐκ ἴσα τὰ διὰ δούλου πιστοῦ διδόμενα τοῖς ὑπὸ [τοῦ] υἱοῦ γνησίου δωρουμένοις. εἰ γοῦν ἱκανὸς ἦν ὁ Μωσέως νόμος ζωὴν αἰώνιον παρασχεῖν, μάτην μὲν ὁ σωτὴρ αὐτὸς παραγίνεται καὶ πάσχει δι᾿ ἡμᾶς ἀπὸ γενέσεως μέχρι τοῦ σημείου τὴν ἀνθρωπότητα διατρέχων, μάτην

165
δὲ ὁ πάσας πεποιηκὼς »ἐκ νεότητος« τὰς νομίμους
940 P
ἐντολὰς παρὰ ἄλλου αἰτεῖ γονυπετῶν ἀθανασίαν. οὐδὲ γὰρ πεπλήρωκε μόνον τὸν νόμον, ἀλλὰ καὶ εὐθὺς ἀπὸ πρώτης ἡλικίας ἀρξάμενος· ἐπεὶ καὶ τί μέγα ἢ ὑπέρλαμπρον γῆρας ἄγονον ἀδικημάτων ὧν ἐπιθυμίαι τίκτουσι νεανικαὶ ἢ ὀργὴ ζέουσα ἢ ἔρως χρημάτων; ἀλλ᾿ εἴ τις ἐν σκιρτήματι νεοτησίῳ καὶ τῷ καύσωνι τῆς ἡλικίας παρέσχηται φρόνημα πεπανὸν καὶ πρεσβύτερον τοῦ χρόνου, θαυμαστὸς οὗτος ἀγωνιστὴς καὶ διαπρεπὴς καὶ τὴν γνώμην πολιός. ἀλλ᾿ ὅμως οὗτος ὁ τοιοῦτος ἀκριβῶς πέπεισται, διότι αὐτῷ πρὸς μὲν δικαιοσύνην οὐδὲν ἐνδεῖ, ζωῆς δὲ ὅλως προσδεῖ· διὸ αὐτὴν αἰτεῖ παρὰ τοῦ δοῦναι μόνου δυναμένου· καὶ πρὸς μὲν τὸν νόμον ἄγει παρρησίαν, τοῦ θεοῦ δὲ τὸν υἱὸν ἱκετεύει. »ἐκ πίστεως εἰς πίστιν« μετατάσσεται· ὡς σφαλερῶς ἐν νόμῳ σαλεύων καὶ ἐπικινδύνως ναυλοχῶν εἰς τὸν σωτῆρα μεθορμίζεται.

Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ εἶναί φησιν ὡς πρὸς τὴν αἰώνιον ζωήν, ὡς οὐ τέλεια πεπληρωκότα καὶ νόμου μὲν ἐργάτην, ἀργὸν δὲ ζωῆς ἀληθινῆς. καλὰ μὲν οὖν κἀκεῖνα (τίς δ᾿ οὔ φησιν; ἡ γὰρ »ἐντολὴ ἁγία«) ἄχρι παιδαγωγίας τινὸς μετὰ φόβου καὶ προπαιδείας ἐπὶ τὴν τοῦ Ἰησοῦ νομοθεσίαν τὴν ἄκραν καὶ χάριν προχωροῦντα. πλήρωμα δὲ »νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι«, οὐχὶ δὲ δούλους ποιῶν ὡς δοῦλος, ἀλλὰ καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ συγκληρονόμους τοὺς ἐπιτελοῦντας τὸ θέλημα τοῦ πατρός.

»Εἴ θέλεις τέλειος γενέσθαι.« οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ »εἰ θέλεις« τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης αὐτῷ ψυχῆς ἐδήλωσεν. ἐπὶ τῷ ἀνθρώπῳ γὰρ ἦν ἡ αἵρεσις ὡς ἐλευθέρῳ, ἐπὶ θεῷ δὲ ἡ δόσις ὡς κυρίῳ. δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵν᾿ οὕτως ἴδιον

166
αὐτῶν ἡ σωτηρία γένηται. οὐ γὰρ ἀναγκάζει ὁ θεός, βία γὰρ ἐχθρὸν θεῷ, ἀλλὰ τοῖς ζητοῦσι πορίζει καὶ τοῖς αἰτοῦσι παρέχει καὶ τοῖς κρούουσιν ἀνοίγει. εἰ θέλεις οὖν, εἰ ὄντως θέλεις καὶ μὴ ἑαυτὸν ἐξαπατᾷς, κτῆσαι τὸ ἐνδέον. »ἕν σοι λείπει«, τὸ ἕν, τὸ ἐμόν. τὸ ἀγαθόν. τὸ ἤδη ὑπὲρ νόμον. ὅπερ νόμος οὐ δίδωσιν. ὅπερ νόμος οὐ χωρεῖ, ὃ τῶν ζώντων ἴδιόν ἐστιν. ἀμέλει ὁ πάντα τὰ τοῦ νόμου πληρώσας »ἐκ νεότητος« καὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἓν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται. τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ·
941 P
ἀλλὰ δυσχεράνας ἀπῆλθεν, ἀχθεσθεὶς τῷ παραγγέλματι τῆς ζωῆς. ὑπὲρ ἧς ἱκέτευεν. οὐ γὰρ ἀληθῶς ζωὴν ἤθελεν, ὡς ἔφασκεν, ἀλλὰ δόξαν προαιρέσεως ἀγαθῆς μόνην περιεβάλλετο. καὶ περὶ πολλὰ μὲν οἷός τε ἧν ἀσχολεῖσθαι, τὸ δὲ ἕν, τὸ τῆς ζωῆς ἔργον, ἀδύνατος καὶ ἀπρόθυμος καὶ ἀσθενὴς ἐκτελεῖν· ὁποῖόν τι καὶ πρὸς τὴν Μάρθαν εἶπεν ὁ σωτὴρ ἀσχολουμένην περὶ πολλὰ καὶ περιελκομένην καὶ ταρασσομένην διακονικῶς, τὴν δὲ ἀδελφὴν αἰτιωμένην, ὅτι τὸ ὑπηρετεῖν ἀπολιποῦσα τοῖς ποσὶν αὐτοῦ παρακάθηται μαθητικὴν ἄγουσα σχολήν· »σὺ περὶ πολλὰ ταράσσῃ· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ οὐκ ἀφαιρεθήσεται αὐτῆς.« οὕτως καὶ τοῦτον ἐκέλευε τῆς πολυπραγμοσύνης ἀφέμενον ἑνὶ προστετηκέναι καὶ προσκαθέζεσθαι, τῇ χάριτι τοῦ ζωὴν αἰώνιον προστιθέντος.

Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας. τῆς ἐλπίδος, τῆς ζωῆς, τῶν προπεπονημένων; »πώλησον τὰ ὑπάρχοντά σου.« τί δὲ τοῦτό ἐστιν; οὐχ ὃ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀπορρῖψαι προστάσσει καὶ ἀποστῆναι τῶν χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν. τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν. οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ

167
ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ᾿ ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ᾿ ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, »ἀγνοοῦντες« δὲ θεὸν καὶ »δικαιοσύνην θεοῦ«, κατ᾿ αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν. οἵ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ Δημόκριτοι καὶ Κράτητες.

Τί οὖν ὡς καινὸν καὶ ἴδιον θεοῦ παραγγέλλει καὶ μόνον ζωοποιοῦν, ὃ τοὺς προτέρους οὐκ ἔσωσεν; εἰ δὲ ἐξαίρετόν τι ἡ »καινὴ κτίσις«, ὁ υἱὸς τοῦ θεοῦ, μηνύει καὶ διδάσκει, οὐ τὸ φαινόμενον, ὅπερ ἄλλοι πεποιήκασι, παρεγγυᾷ, ἀλλ᾿ ἕτερόν τι διὰ τούτου σημαινόμενον μεῖζον καὶ θειότερον καὶ τελεώτερον, τὸ τὴν ψυχὴν αὐτὴν καὶ τὴν διάθεσιν γυμνῶσαι τῶν ὑπόντων παθῶν καὶ πρόρριζα τὰ ἀλλότρια τῆς γνώμης ἐκτεμεῖν καὶ ἐκβαλεῖν. τοῦτο γὰρ ἴδιον μὲν τοῦ πιστοῦ τὸ μάθημα. ἄξιον δὲ τοῦ σωτῆρος τὸ δίδαγμα. οἱ γάρ τοι πρότεροι, καταφρονήσαντες τῶν ἐκτός, τὰ μὲν κτήματα

942 P
ἀφῆκαν καὶ παραπώλεσαν, τὰ δὲ πάθη τῶν ψυχῶν οἶμαι ὅτι καὶ προσεπέτειναν· ἐν ὑπεροψίᾳ γὰρ ἐγένοντο καὶ ἀλαζονείᾳ καὶ κενοδοξίᾳ καὶ περιφρονήσει τῶν ἄλλων ἀνθρώπων ὡς αὐτοί τι ὑπὲρ ἄνθρωπον ἐργασάμενοι. πῶς ἂν οὖν ὁ σωτὴρ παρῄνει τοῖς εἰς ἀεὶ βιωσομένοις τὰ βλάψοντα καὶ λυμανούμενα πρὸς τὴν ζωήν, ἣν ἐπαγγέλλεται; καὶ γὰρ αὖ κἀκεῖνό ἐστι· δύναταί τις ἀποφορτισάμενος τὴν κτῆσιν οὐδὲν ἧττον ἔτι τὴν ἐπιθυμίαν καὶ τὴν ὄρεξιν τῶν χρημάτων ἔχειν ἐντετηκυῖαν καὶ συζῶσαν καὶ τὴν μὲν χρῆσιν ἀποβεβληκέναι, ἀπορῶν δὲ ἅμα καὶ ποθῶν ἅπερ ἐσπάθησε διπλῇ λυπεῖσθαι, καὶ τῇ τῆς ὑπηρεσίας ἀπουσίᾳ καὶ τῇ τῆς μετανοίας συνουσίᾳ. ἀνέφικτον γὰρ καὶ ἀμήχανον δεόμενον τῶν πρὸς τὸ βιοτεύειν ἀναγκαίων μὴ οὐ κατακλᾶσθαι τὴν γνώμην καὶ ἀσχολίαν ἄγειν ἀπὸ τῶν κρειττόνων, ὁπωσοῦν καὶ ὁθενοῦν ταῦτα πειρώμενον ἐκπορίζειν.

Καὶ πόσῳ χρησιμώτερον τὸ ἐναντίον, ἱκανὰ κεκτημένον αὐτόν

168
τε περὶ τὴν κτῆσιν μὴ κακοπαθεῖν καὶ οἷς καθῆκεν ἐπικουρεῖν; τίς γὰρ ἂν κοινωνία καταλείποιτο παρὰ ἀνθρώποις, εἰ μηδεὶς ἔχοι μηδέν; πῶς δ᾿ ἂν τοῦτο τὸ δόγμα πολλοῖς ἄλλοις καὶ καλοῖς τοῦ κυρίου δόγμασιν οὐχὶ φανερῶς ἐναντιούμενον εὑρίσκοιτο καὶ μαχόμενον; »ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν᾿ ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.« »κτήσασθε θησαυροὺς ἐν οὐρανῷ, ὅπου μήτε σὴς μήτε βρῶσις ἀφανίζει μήτε κλέπται διορύσσουσι.« πῶς ἄν τις πεινῶντα τρέφοι καὶ διψῶντα ποτίζοι καὶ γυμνὸν σκεπάζοι καὶ ἄστεγον συνάγοι, ἃ τοῖς μὴ ποιήσασιν ἀπειλεῖ πῦρ καὶ σκότος τὸ ἐξώτερον, εἰ πάντων αὐτὸς ἕκαστος φθάνοι τούτων ὑστερῶν; ἀλλὰ μὴν αὐτός τε ἐπιξενοῦται Ζακχαίῳ καὶ Λευεὶ καὶ Ματθαίῳ τοῖς πλουσίοις καὶ τελώναις, καὶ τὰ μὲν χρήματα αὐτοὺς οὐ κελεύει μεθεῖναι, τὴν δὲ δικαίαν χρῆσιν ἐπιθεὶς καὶ τὴν ἄδικον ἀφελὼν καταγγέλλει· »σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ.« οὕτω τὴν χρείαν αὐτῶν ἐπαινεῖ, ὥστε καὶ μετὰ τῆς προσθήκης ταύτης τὴν κοινωνίαν ἐπιτάσσει, ποτίζειν τὸν διψῶντα, ἄρτον διδόναι τῷ πεινῶντι, ὑποδέχεσθαι τὸν ἄστεγον, ἀμφιεννύναι τὸν γυμνόν. εἰ δὲ τὰς χρείας οὐχ οἶόν τε ἐκπληροῦν ταύτας μὴ ἀπὸ χρημάτων, τῶν δὲ χρημάτων ἀφίστασθαι κελεύει, τί ἂν ἕτερον εἴη ποιῶν ὁ κύριος ἢ τὰ αὐτὰ διδόναι τε καὶ μὴ διδόναι παραινῶν, τρέφειν καὶ μὴ τρέφειν, ὑποδέχεσθαι καὶ ἀποκλείειν, κοινωνεῖν καὶ μὴ κοινωνεῖν, ὅπερ ἁπάντων ἀλογώτατον.

Οὐκ ἄρα ἀπορριπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα·

κτήματα γάρ ἐστι κτητὰ ὄντα καὶ χρήματα χρήσιμα ὄντα καὶ εἰς

943 P
χρῆσιν ἀνθρώπων ὑπὸ τοῦ θεοῦ παρεσκευασμένα, ἃ δὴ παράκειται καὶ ὑποβέβληται καθάπερ ὕλη τις καὶ ὄργανα πρὸς χρῆσιν ἀγαθὴν τοῖς εἰδόσι. τὸ ὄργανον, ἐὰν χρῇ τεχνικῶς, τεχνικόν ἐστιν, ἐὰν ὑστερῇς τῆς τέχνης, ἀπολαύει τῆς σῆς ἀμουσίας, ὂν ἀναίτιον. τοιοῦτον καὶ ὁ πλοῦτος ὄργανόν ἐστι. δύνασαι χρῆσθαι δικαίως αὐτῷ· πρὸς δικαιοσύνην καθυπηρετεῖ· ἀδίκως τις αὐτῷ χρῆται· πάλιν ὑπηρέτης ἀδικίας εὑρίσκεται· πέφυκε γὰρ ὑπηρετεῖν, ἀλλ᾿ οὐκ ἄρχειν. οὐ χρὴ
169
τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν. ἀναίτιον ὄν, αἰτιᾶσθαι, ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφ᾿ ὧν ἂν ἕληται, κατ᾿ αὐτὸ τοῦτο αἴτιον ὄν. τοῦτο δ᾿ ἐστὶ νοῦς ἀνθρώπου. καὶ κριτήριον ἐλεύθερον ἔχων ἐν ἑαυτῷ καὶ τὸ αὐτεξούσιον τῆς μεταχειρίσεως τῶν δοθέντων· ὥστε μὴ τὰ κτήματά τις ἀφανιζέτω μᾶλλον ἢ τὰ πάθη τῆς ψυχῆς, τὰ μὴ συγχωροῦντα τὴν ἀμείνω χρῆσιν τῶν ὑπαρχόντων. ἵνα καλὸς καὶ ἀγαθὸς γενόμενος καὶ τούτοις τοῖς κτήμασι χρῆσθαι δυνηθῇ καλῶς. τὸ οὖν ἀποτάξασθαι πᾶσι τοῖς ὑπάρχουσι καὶ πωλῆσαι πάντα τὰ ὑπάρχοντα τοῦτον τὸν τρόπον ἐκδεκτέον ὡς ἐπὶ τῶν ψυχικῶν παθῶν διειρημένον.

Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμ᾿ ἄν· ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς. καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς. πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρχοντα π[ρ]ότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα γίνεται; ὁ τοίνυν ἀποβαλὼν τὴν κοσμικὴν περιουσίαν ἔτι δύναται πλουτεῖν τῶν παθῶν καὶ τῆς ὕλης μὴ παρούσης· ἡ γάρ τοι διάθεσις τὸ αὑτῆς ἐνεργεῖ καὶ τὸν λογισμὸν ἄγχει καὶ πιέζει καὶ φλεγμαίνει ταῖς συντρόφοις ἐπιθυμίαις· οὐδὲν οὖν προὔργου γέγονεν αὐτῷ πτωχεύειν χρημάτων πλουτοῦντι τῶν παθῶν. οὐ γὰρ τὰ ἀπόβλητα ἀπέβαλεν, ἀλλὰ τὰ ἀδιάφορα, καὶ τῶν μὲν ὑπηρετικῶν ἑαυτὸν περιέκοψεν, ἐξέκαυσε δὲ τὴν ὕλην τῆς κακίας τὴν ἔμφυτον τῇ τῶν ἐκτὸς ἀπορίᾳ. ἀποτακτέον οὖν τοῖς ὑπάρχουσι τοῖς βλαβεροῖς. οὐχὶ τοῖς ἐὰν ἐπίστηταί τις τὴν ὀρθὴν χρῆσιν καὶ συνωφελεῖν δυναμένοις. ὠφελεῖ δὲ τὰ μετὰ φρονήσεως καὶ σωφροσύνης καὶ εὐσεβείας οἰκονομούμενα, ἀπωστέα δὲ τὰ ἐπιζήμια· τὰ δὲ ἐκτὸς οὐ βλάπτει.

Οὕτως οὖν ὁ κύριος καὶ τὴν τῶν ἐκτὸς χρείαν εἰσάγει. κελεύων ἀποθέσθαι

944 P
οὐ τὰ βιωτικά, ἀλλὰ τὰ τούτοις κακῶς χρώμενα· ταῦτα

δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη. ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ καθαρεύουσαν. τουτέστι πτωχεύουσαν καὶ γυμνήν. τὴν ψυχὴν παρασχόμενον οὕτως ἤδη τοῦ σωτῆρος ἀκοῦσαι λέγοντος· »δεῦρο ἀκολούθει μοι.« ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ

170
ἀκάθαρτον ψυχὴν θεοῦ χάρις οὐ παραδύεται· ἀκάθαρτος δὲ ἡ πλουτοῦσα τῶν ἐπιθυμιῶν καὶ ὠδίνουσα πολλοῖς ἔρωσι καὶ κοσμικοῖς. ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς [καὶ] τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ᾿ αὐτῶν εἰς ἀνθρώπων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγκεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζόμενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρονόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·

ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι. ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες [ἐν] οἷς εἵλετο; »ὅπου γὰρ ὁ νοῦς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ.«

Θησαυροὺς δέ γε ὁ κύριος οἶδε διττούς, τὸν μὲν ἀγαθόν, »ὁ« γὰρ »ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν«, τὸν δὲ πονηρόν. »ὁ« γὰρ »κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν, ὅτι ἐκ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.« ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ᾿ αὐτῷ καθὸ καὶ παρ᾿ ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς. ἀλλὰ καὶ δεύτερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὃ μέν τις ἀγαθῶν, ὃ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει. καὶ ὁ μέν τις πλοῦτος κτητὸς ἂν εἴη καὶ περίβλητος, ὃ δὲ ἄκτητος καὶ ἀπόβλητος· τὸν αὐτὸν

945 P
δὲ τρόπον καὶ πτωχεία μακαριστὴ μὲν ἡ πνευματική. διὸ καὶ προσέθηκεν ὁ Ματθαῖος· »μακάριοι οἱ πτωχοί·« πῶς; »τῷ πνεύματι.« καὶ πάλιν· »μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοτοῦ
171
θεοῦ·« οὐκοῦν ἄθλιοι οἱ ἐναντίοι πτωχοί, θεοῦ μὲν ἄμοιροι, ἀμοιρότεροι δὲ τῆς ἀνθρωπίνης κτήσεως, ἄγευστοι δὲ δικαιοσύνης θεοῦ.

Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λέλεκται. οὐδὲ ἐπὶ τοῖς ἐκτὸς ἡ σωτηρία. οὔτε εἰ πολλὰ οὔτε εἰ ὀλίγα ταῦτα ἢ μικρὰ ἢ μεγάλα ἢ ἔνδοξα ἢ ἄδοξα ἢ εὐδόκιμα ἢ ἀδόκιμα, ἀλλ᾿ ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ. πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ καὶ φιλαδελφίᾳ καὶ γνώσει καὶ πραότητι καὶ ἀτυφίᾳ καὶ ἀληθείᾳ, ὧν ἆθλον ἡ σωτηρία. οὐδὲ γὰρ διὰ κάλλος σώματος ζήσεταί τις ἢ τοὐναντίον ἀπολεῖται· ἀλλ᾿ ὁ μὲν τῷ δοθέντι σώματι ἁγνῶς καὶ κατὰ θεὸν χρώμενος ζήσεται. ὁ δὲ φθείρων τὸν ναὸν θεοῦ φθαρήσεται. δύναται δέ τις καὶ αἰσχρὸς ἀσελγαίνειν καὶ κατὰ κάλλος σωφρονεῖν· οὐδὲ ἰσχὺς καὶ μέγεθος σώματος ζωοποιεῖ οὐδὲ τῶν μελῶν οὐδενία ἀπολλύει. ἀλλ᾿ ἡ τούτοις ψυχὴ χρωμένη τὴν αἰτίαν ἐφ᾿ ἑκάτερα παρέχεται. ὑπόφερε γοῦν. φησί. παιόμενος τὸ πρόσωπον. ὅπερ δύναται καὶ ἰσχυρός τις ὢν καὶ εὐεκτῶν ὑπακοῦσαι καὶ πάλιν ἀσθενικός τις ὢν ἀκρασίᾳ γνώμης παραβῆναι. οὕτως καὶ ἄπορός τις ὢν καὶ ἄβιος εὑρεθείη ποτ᾿ ἂν μεθύων ταῖς ἐπιθυμίαις. καὶ χρήμασι πλούσιος νήφων καὶ πτωχεύων ἡδονῶν. πεπεισμένος. συνετός, καθαρός, κεκολασμένος. εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχὴ καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου διαφθείρηται σῴζεται, καὶ πλουτοῦσα τούτων ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται· καὶ μηκέτι ζητῶμεν ἀλλαχοῦ τὴν αἰτίαν τοῦ τέλους πλὴν ἐν τῇ τῆς ψυχῆς καταστάσει καὶ διαθέσει πρός τε ὑπακοὴν θεοῦ καὶ καθαρότητα πρός τε παράβασιν· ἐντολῶν καὶ κακίας συλλογήν.

Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος, ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκα πλουτῶν καὶ τὴν ζωὴν εἰς τὴν ἔξω κτῆσιν μετενηνοχὼς τὴν παρερχομένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλου γινομένην καὶ ἐν τῷ τέλει μηδενὸς μηδαμῇ.

946 P
πάλιν αὖ κατὰ
172
τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος. ὃ μὲν κατὰ πνεῦμα πτωχός. τὸ ἴδιον, ὃ δὲ κατὰ κόσμον. τὸ ἀλλότριον. τῷ δὴ κατὰ κόσμον οὐ πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα οὐ πτωχὸς καὶ κατὰ θεὸν πλούσιος ›ἀπόστηθι‹ φησί ›τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων. ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ δι᾿ ἑτέρας φωνῆς ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. καὶ πῶς αὐτῶν ἀποστῇς; πωλήσας. τί οὖν; χρήματα ἀντὶ κτημάτων λάβῃς; ἀντίδοσιν πλούτου πρὸς πλοῦτον ποιησάμενος. ἐξαργυρίσας τὴν φανερὰν οὐσίαν; οὐδαμῶς· ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισαγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις. ἀνθ᾿ ὧν σοι περιέσται μισθὸς καὶ τιμή. διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία. οὕτως καλῶς πωλεῖς τὰ ὑπάρχοντα, τὰ πολλὰ καὶ περισσὰ καὶ ἀποκλείοντά σοι τοὺς οὐρανούς. ἀντικαταλλασσόμενος αὐτῶν τὰ σῶσαι δυνάμενα. ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς.‹

Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄνθρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς. ἧς ἐπιθυμεῖν μόνον. ἀλλ᾿ οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ. δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροις χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον ὁρμήσαι. καὶ οἱ μαθηταὶ δὲ τὸ πρῶτον μὲν καὶ αὐτοὶ περιδεεῖς καὶ καταπλῆγες γεγόνασιν. ἀκούσαντες τί δήποτε; ἆρά γε ὅτι χρήματα καὶ αὐτοὶ ἐκέκτηντο πολλά; ἀλλὰ καὶ αὐτὰ ταῦτα τὰ δικτύφια καὶ

173
ἄγκιστρα καὶ τὰ ὑπηρετικὰ σκαφίδια ἀφῆκαν πάλαι, ἅπερ ἦν αὐτοῖς μόνα. τί οὖν φοβηθέντες λέγουσι· »τίς δύναται σωθῆναι;« καλῶς ἤκουσαν καὶ ὡς μαθηταὶ τοῦ παραβολικῶς καὶ ἀ σαφῶς λεχθέντος ὑπὸ τοῦ κυρίου καὶ ᾔσθοντο τοῦ βάθους τῶν λόγων. ἕνεκα μὲν οὖν χρημάτων ἀκτημο
947 P
σύνης εὐέλπιδες ἦσαν πρὸς σωτηρίαν· ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοις (ἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοι), »περισσῶς ἐξεπλήσσοντο« καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου. ἥν γε προέκρινεν ζωῆς αἰωνίου. ἄξιον οὖν ἦν τοῖς μαθηταῖς φόβου πάντως. εἰ καὶ ὁ χρήματα κεκτημένος καὶ ὁ τῶν παθῶν ἔγκυος, ὧν ἐπλούτουν καὶ αὐτοί, παραπλησίως ἀπελασθήσονται οὐρανῶν· ἀπαθῶν γὰρ καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία.