Eclogae propheticae

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ὥσπερ αἱ θεραπεῖαι καὶ αἱ προφητεῖαι καὶ τὰ σημεῖα, οὕτως καὶ ἡ γνωστικὴ διδασκαλία δι᾿ ἀνθρώπων ἐνεργοῦντος τοῦ θεοῦ ἐπιτελεῖται· ὁ γὰρ θεὸς δι᾿ ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται. καὶ ὀρθῶς ἡ προφητεία φησίν· »καὶ ἀποστελῶ ἐπ᾿ αὐτοὺς ἄνθρωπον ὃς σώσει αὐτούς.« αὐτὸς οὖν ἐκπέμπει ποτὲ μὲν προφήτας. ποτὲ δὲ ἀποστόλους, σωτῆρας τῶν ἀνθρώπων. οὕτως θεὸς δι᾿ ἀνθρώπων εὐεργετεῖ· οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ᾿ οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ᾿ αὐτοῦ, τὰ δὲ ὑφ᾿ ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι᾿ ἀνθρώπων καὶ ἐπαίδευσεν δι᾿ ἀνθρώπων.

Ὁ θεὸς ἡμᾶς ἐποίησεν οὐ προόντας. ἐχρῆν γὰρ καὶ εἰδέναι ἡμᾶς ὅπου ἦμεν, εἰ προῆμεν, καὶ πῶς καὶ διὰ τί δεῦρο ἥκομεν· εἰ δ᾿ οὐ προῆμεν, τῆς γενέσεως μόνος αἴτιος ὁ θεός. ὡς οὖν οὐκ ὄντας ἐποίησεν, οὕτως καὶ γενομένους σῴζει τῇ ἰδίᾳ χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν, εἰ δὲ μή, παρήσει πρὸς τὸ οἰκεῖον τέλος· »καὶ γὰρ ζώντων ἐστὶ καὶ νεκρῶν κύριος.«

Ὅρα δὲ τὴν δύναμιν τοῦ θεοῦ, οὐ μόνον ἐπ᾿ ἀνθρώπων μὴ ὄντας εἰς τὸ εἶναι παράγων καὶ τοὺς γενομένους αὔξων καθ᾿ ἡλικίας προκοπήν, ἀλλὰ καὶ τοὺς πιστεύοντας σῴζων κατὰ τὸ οἰκεῖον ἑκάστῳ· ἤδη δὲ μεταβάλλει καὶ ὥρας καὶ καιροὺς καὶ καρποὺς καὶ στοιχεῖα.

142
οὗτος γὰρ εἷς θεὸς ὁ καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν γενομένων οἰκείως ἑκάστῳ μετρήσας.

Ἐκ πίστεως καὶ φόβου προκόψας εἰς γνῶσιν ἄνθρωπος οἶδεν εἰπεῖν »κύριε κύριε«. ἀλλ᾿ οὐχ ὡς ὁ δοῦλος· ἔμαθεν λέγειν »πάτερ ἡμῶν«. »τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον« ἐλευθερώσας καὶ δι᾿ ἀγάπης προκόψας εἰς

994 P
»υἱοθεσίαν«, αἰδούμενος ἤδη δι᾿ ἀγάπην ὃν ἐφοβεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι᾿ ἀγάπην ἔχεται τῶν ἐντολῶν. »αὐτό«, φησί, »τὸ πνεῦμα μαρτυρεῖ«, ὅταν λέγωμεν· »ἀββᾶ ὁ πατήρ.«

Ἀγοράζει δὲ ἡμᾶς κύριος »τιμίῳ αἵματι«, δεσποτῶν τῶν πάλαι τῶν πικρῶν ἀπαλλάσσων, τῶν ἁμαρτιῶν, δι᾿ ἃς »τὰ πνευματικὰ τῆς πονηρίας« ἐκυρίευσεν ἡμῶν. ἄγει οὖν εἰς ἐλευθερίαν τὴν τοῦ πατρός, συγκληρονόμους υἱοὺς καὶ φίλους. »ἀδελφοί μου γάρ«, φησὶν ὁ κύριος, »καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.« »μὴ καλέσητε οὖν ἑαυτοῖς πατέρα ἐπὶ τῆς γῆς·« δεσπόται γὰρ ἐπὶ τῆς γῆς, ἐν δὲ οὐρανοῖς ὁ πατήρ, »ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς.« ἀγάπη γὰρ ἑκουσίων ἄρχει, ἀκόντων δὲ ὁ φόβος, οὗτος ὁ φαῦλος· ὃ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν εἰς Χριστὸν ἄγει καὶ ἔστι σωτήριος.