Eclogae propheticae

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Οἱ ἀμφὶ τὸν Σεδράχ, Μισάκ, Ἀβδεναγὼ ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν θεὸν λέγουσιν· »εὐλογεῖτε, οἱ οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.« εἶτα· »εὐλογεῖτε. ἄγγελοι, τὸν κύριον.« εἶτα· »εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον.« οὕτως ἐπὶ δυνάμεων τάσσουσιν αἱ γραφαὶ καθαρῶν τοὺς οὐρανοὺς καὶ τὰ ὕδατα, ὡς καὶ ἐπὶ τῇ γενέσει δηλοῦται. εἰκότως οὖν ποικίλως τῆς δυνάμεως ὀνομαζομένης ἐπάγει Δανιήλ· »εὐλογείτω πᾶσα δύναμις τὸν κύριον.« εἶτα ἐφεξῆς· »εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον.« καί· »εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· εὐλογεῖτε, πάντες οἱ σεβόμενοι κύριον. τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ.« [ἐν τῷ Δανιὴλ γέγραπται τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ ὑμνούντων.]

»Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«, ὁ Δανιὴλ λέγει, ὁμοδοξῶν

990 P
τῷ Ἐνὼχ τῷ εἰρηκότι· »καὶ εἶδον τὰς ὕλας πάσας.« ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, περαιούμενον δὲ τῇ δυνάμει τοῦ θεοῦ. αἱ τοίνυν οὐσίαι ὑλικαί. ἀφ᾿ ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται. ἄβυσσοι εἴρηνται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον. καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.

»Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«. τὰ γήινα καὶ τὰ οὐράνια. ὅτι δὲ τοῦτο ἀληθές, εἶπεν ὁ κύριος πρὸς Ὠσηέ·

138
»βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.« οὐ γὰρ τὸ στοιχεῖον λέγει, ἀλλὰ τοὺς ἐπὶ τῷ στοιχείῳ, τοὺς γηγενὲς φρόνημα ἔχοντας.

Ὅτι δὲ ἀρχὴ ὁ υἱός, Ὠσηὲ διδάσκει σαφῶς· »καὶ ἔσται ἐν τῷ τόπῳ. οὗ ἐρρέθη αὐτοῖς ›οὐ λαός μου ὑμεῖς‹, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος. καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡμέρα τοῦ Ἰσραήλ.« ᾧ γάρ τις πιστεύει. τοῦτον αἱρεῖται. πιστεύει δέ τις τῷ υἱῷ, ὅς ἐστιν ἀρχή. διὸ καὶ προ[σ]εῖπεν· »τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω ἐν κυρίῳ θεῷ αὐτῶν«, σωτὴρ δὲ ὁ σῴζων υἱὸς τοῦ θεοῦ. οὗτος ἄρα ἡ ἀρχή.

Δι᾿ Ὠσηὲ τὸ πνεῦμα »ἐγὼ δὲ παιδευτὴς ὑμῶν« φησί· »σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς κυρίου, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν.« καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς. ἐξάγων οὖν τῆς ἀταξίας ἡμᾶς ὁ κύριος φωτίζει, εἰς τὸ φῶς

345 S
ἄγων τὸ ἄσκιον καὶ οὐκέτι ὑλικόν.