Stromateis

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

--- ἀλλ᾿ οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο, ἦ πού γ᾿ ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀντεχόμενοι

914 P
φιλοσοφίας, οἷς ἄντικρυς ἡ γραφὴ εὑρέσεως χάριν ἐπὶ τὸ διερευνᾶσθαι τὸ ζητεῖν παρεγγυᾷ· οἱ μὲν γ]ρ νεώτεροι τῶν παρ᾿ Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα »ζητεῖτε« εἶπεν »καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν«. κρούει μὲν οὖν κατὰ τὴν ζήτησιν ὁ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν λόγος τὴν θύραν τῆς ἀληθείας κατὰ τὸ φαινόμενον, διοιχθέντος δὲ τοῦ ἐμποδὼν κατὰ τὴν ἔρευναν ἐπιστημονικὴ ἐγγίνεται θεωρία. τοῖς οὕτως, οἶμαι, κρούουσιν ἀνοίγνυται τὸ ζητούμενον καὶ τοῖς οὕτως αἰτοῦσιν τὰς πεύσεις κατὰ τὰς γραφὰς ἐφ᾿ ὃ βαίνουσιν ἐκ τοῦ θεοῦ γίνεται, ἡ δόσις τῆς θεοδωρήτου γνώσεως καταληπτικῶς διὰ τῆς λογικῆς ὄντως ἐκλαμπούσης ζητήσεως. οὐ γὰρ εὑρεῖν μὲν οἷόν τε. μὴ ζητῆσαι δέ· οὐδὲ ζητῆσαι μέν, οὐχὶ δὲ ἐρευνήσασθαι· οὐδὲ διερευνήσασθαι μέν, οὐχὶ δὲ διαπτύξαι καὶ ἀναπετάσαι δι᾿ ἐρωτήσεως εἰς σαφήνειαν ἄγοντα τὸ ζητούμενον, οὐδ᾿ αὖ διὰ πάσης ἐξετάσεως χωρήσαντα μὴ οὐχὶ λοιπὸν τὸ ἔπαθλον λαβεῖν, τὴν ἐπιστήμην τοῦ ζητουμένου. ἀλλ᾿ ἔστι μὲν εὑρεῖν τὸν ζητήσαντα, ζητήσει δέ, εἰ οἰηθείη πρότερον μὴ εἰδέναι. πόθῳ δὴ ἐντεῦθεν ἀγόμενος πρὸς τὴν εὕρεσιν τοῦ καλοῦ εὐγνωμόνως ζητεῖ, ἀφιλονίκως, ἀφιλοδόξως ἐρωτῶν μὲν καὶ ἀποκρινόμενος, πρὸς δὲ καὶ αὐτὰ ἐπισκεπτόμενος τὰ
81
λεγόμενα. ἐχομένους γὰρ καθήκει οὐ μόνον τῶν γραφῶν τῶν θείων, ἀλλὰ καὶ τῶν ἐννοιῶν τῶν κοινῶν τὰς ζητήσεις ποιεῖσθαι εἴς τι πέρας ὠφέλιμον τῆς εὑρέσεως καταληγούσης. ἐκδέχεται γὰρ ἄλλος τόπος τε καὶ ὄχλος τοὺς ταραχώδεις τῶν ἀνθρώπων καὶ τὰς ἀγοραίους εὑρησιλογίας, τὸν δὲ τῆς ἀληθείας ἐραστήν τε ἅμα καὶ γνώριμον εἰρηνικὸν εἶναι κἀν ταῖς ζητήσεσι προσῆκεν, δι᾿ ἀποδείξεως ἐπιστημονικῆς ἀφιλαύτως καὶ φιλαλήθως εἰς γνῶσιν προσιόντα καταληπτικήν.

Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη [ἂν] διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους; ἆρ᾿ οὖν τοιοῦτόν ἐστι τὸ ὄνομα τῆς ἀπο

915 P
δείξεως, οἷόν περ τὸ βλίτυρι, φωνὴ μόνον οὐδὲν σημαίνουσα; καὶ πῶς οὔθ᾿ ὁ φιλόσοφος οὔθ᾿ ὁ ῥήτωρ. ἀλλ᾿ οὐδὲ ὁ δικαστὴς ὡς ἄσημον ὄνομα προφέρεται τὴν ἀπόδειξιν, οὔτε τις τῶν δικαζομένων ἀγνοεῖ τὸ σημαινόμενον, ὅτι οὐχ ὑπάρχει; αὐτίκα ὡς ὑποστατὸν πορίζονται τὴν ἀπόδειξιν οἱ φιλόσοφοι, ἄλλος ἄλλως. περὶ παντὸς τοίνυν τοῦ ζητουμένου εἴ τις ὀρθῶς διαλαμβάνοι, οὐκ ἂν ἐφ᾿ ἑτέραν ἀρχὴν ὁμολογουμένην μᾶλλον ἀναγάγοι τὸν λόγον ἢ τὸ πᾶσι τοῖς ὁμοεθνέσι τε καὶ ὁμοφώνοις ἐκ τῆς προσηγορίας ὁμολογούμενον σημαίνεσθαι. εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη, εἰ ὑπάρχει τὸ σημαινόμενον τοῦτο περὶ οὗ ὁ λόγος εἴτε καὶ μή· ἐφεξῆς δέ, εἴπερ ὑπάρχειν δειχθείη, ζητητέον τούτου τὴν φύσιν ἀκριβῶς,
327 S
ὁποία τίς ἐστιν καὶ μή ποτε ὑπερβαίνει τὴν δοθεῖσαν τάξιν.

Ἐπεὶ δ᾿ οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ᾿ ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν. εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ᾿ εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ μὴ ὁμολογουμένου

82
πίστις ἀναφέροιτο. ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας ποιητέον. πᾶν οὖν τὸ προβληθὲν ὄνομα μεταλαμβάνειν χρὴ εἰς λόγον ὁμολογούμενόν τε καὶ σαφῆ τοῖς κοινωνοῦσι τῆς σκέψεως, ἀρχὴν μὲν τῆς διδασκαλίας ἐσόμενον. ἐξηγησόμενον δὲ τὴν τῶν ζητουμένων εὕρεσιν. φέρε οὖν προβεβλήσθω ὁ ἥλιος τοὔνομα. φασὶν οὖν οἱ Στωϊκοὶ τοῦτ᾿ εἶναι »ἄναμμα νοερὸν ἐκ θαλαττίων ὑδάτων«. ἆρ᾿ οὐκ ἀσαφέστερος ὁ λόγος αὐτοῦ τοῦ ὀνόματος. ἄλλης ἀποδείξεως δεόμενος εἰ ἀληθής ἐστιν; ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομά
916 P
ζεσθαι »τὸ λαμπρότατον τῶν κατ᾿ οὐρανὸν ἰόντων«· πιστότερος γάρ. οἶμαι, καὶ σαφέστερος καὶ πᾶσιν ὁμοίως ὁμολογούμενος ὁ λόγος οὗτος.

Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν ἂν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις. ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, ἄλλη δὲ μόνον ἐλπιστική. κυριώτατα μὲν οὖν ἀπόδειξις λέγεται ἡ τὴν ἐπιστημονικὴν πίστιν ἐντιθεῖσα ταῖς τῶν μανθανόντων ψυχαῖς, δοξαστικὴ δὲ ἡ ἑτέρα, ὡς καὶ ἄνθρωπος ὁ μὲν ὄντως ἄνθρωπος ὁ τὰς κοινὰς φρένας κεκτημένος. ὃ δὲ ἄγριος καὶ θηριώδης. οὕτω τοι καὶ ὁ κωμικὸς ἔλεγεν· ὡς χαρίεν ἐστὶ[ν] ἄνθρωπος, [ἔστ᾿] ἂν ἄνθρωπος ᾖ. καὶ ἐπὶ βοὸς καὶ ἵππου καὶ κυνὸς ὁ αὐτὸς λόγος παρὰ τὴν ἀρετὴν τοῦ ζῴου ἢ κακίαν. εἰς γὰρ τὴν τοῦ γένους τελειότητα βλέποντες ἐπὶ τὰ κυριώτατα τῶν σημαινομένων ἐρχόμεθα. αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.

Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους,

83
εἰ οὕτως ἔτυχεν. οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά. καὶ τὸ μὲν περαίνειν ἐξ ὁμολογουμένων συλλογίζεσθαί ἐστιν, τὸ δέ γε ἐξ ἀληθῶν τι περαίνειν ἀποδεικνύειν ἐστίν, ὥστ᾿ εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον ἐπιφέρεσθαι. εἰ δ᾿ ἤτοι μὴ ὑπάρχοι τὸ πρότερον ἢ μὴ ἕποιτο αὐτῷ τὸ δεύτερον, οὐκ ἀπέδειξεν μέν, συνελογίσατο δέ. τὸ μὲν γὰρ οἰκεῖον ἐπενεγκεῖν συμπέρασμα τοῖς λήμμασιν συλλογίσασθαι
917 P
μόνον ἐστίν, τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι. περαίνειν δ᾿ ἐστίν, ὡς καὶ ἐκ τοῦ ὀνόματος δῆλον, τὸ ἄγειν ἐπὶ τὸ πέρας. ἔστι δὲ δήπου πέρας ἐν ἑκάστῳ λόγῳ τὸ ζητούμενον, ὃ δὴ καὶ συμπέρασμα καλεῖται. οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλ᾿ ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος.

Ἤτοι δὲ πάντα ἀποδείξεως δεῖται ἢ καί τινα ἐξ αὑτῶν ἐστι πιστά. ἀλλ᾿ εἰ μὲν τὸ πρότερον, ἑκάστης ἀποδείξεως ἀπόδειξιν αἰτοῦντες εἰς ἄπειρον ἐκβησόμεθα καὶ οὕτως ἀνατραπήσεται ἡ ἀπόδειξις· εἰ δὲ τὸ δεύτερον. ταῦτα αὐτὰ τὰ ἐξ αὑτῶν πιστὰ τῶν ἀποδείξεων ἀρχαὶ γενήσονται. αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς. ὥστ᾿ εἴπερ ἐστὶν ἀπόδειξις, ἀνάγκη πᾶσα πρότερον εἶναί τι πιστὸν ἐξ ἑαυτοῦ. ὃ δὴ πρῶτον καὶ ἀναπόδεικτον λέγεται. ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις ἀνάγεται. εἶεν δ᾿ ἂν καὶ ἄλλαι τῶν ἀποδείξεων ἀρχαὶ μετὰ τὴν ἐκ πίστεως πηγήν. τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα. τὰ μὲν γὰρ πρὸς αἴσθησιν συμβάντα ἐστὶν ἁπλᾶ τε καὶ ἄλυτα. τὰ δὲ πρὸς νόησιν ἁπλᾶ τε καὶ λογικὰ πρῶτα. τὰ δὲ ἐξ αὐτῶν γεννώμενα σύνθετα μέν, οὐδὲν δ᾿ ἧττον ἐναργῆ καὶ πιστὰ καὶ λογικώτερα τῶν πρώτων. ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει. ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον εἶναι φήσομεν οὐσίαν ἀποδείξεως. εἴρηται δὲ ὡς καὶ τὸ τῆς πίστεως

84
καὶ τὸ τῆς ἀποδείξεως γένος διττόν, τὸ μὲν πειθὼ μόνον ταῖς ψυχαῖς τῶν ἀκουόντων. τὸ δὲ ἐπιστήμην ἀπεργαζόμενον. εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις. κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δ᾿ ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε. τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπό
918 P
δειξιν, εἰ δ᾿ οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.

Διαφέρει δ᾿ ἀναλύσεως ἀπόδειξις· ἕκαστον μὲν γὰρ τῶν ἀποδεικνυμένων διά τινων ἀπο

328 S
δεικνυμένων ἀποδείκνυται, προαποδεδειγμένων κἀκείνων ὑφ᾿ ἑτέρων, ἄχρις ἂν εἰς τὰ ἐξ ἑαυτῶν πιστὰ ἀναδράμωμεν ἢ εἰς τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ, ὅπερ ἀνάλυσις ὀνομάζεται· ἀπόδειξις δέ ἐστιν. ὅταν ἀπὸ τῶν πρώτων τις εἰς τὸ ζητούμενον ἀφικνῆται διὰ πάντων τῶν ἐν μέσῳ. χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας [ὡς] τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματα τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα. ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν, εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν. δύο γὰρ ταῦτα ἐν ἅπασι χρῆναί φημι τὸν ἀποδεικτικὸν φυλάττειν, τὰ μὲν λήμματα ἀληθῆ λαμβάνειν, ἀκόλουθον δ᾿ αὐτοῖς ἐπιφέρειν τὸ συμπέρασμα, ὅπερ τινὲς καὶ ἐπιφορὰν καλοῦσιν. τὸ ἐπιφερόμενον τοῖς λήμμασιν.

Περὶ παντὸς τοῦ ζητουμένου καθ᾿ ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ τὸ προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον. τόν τε λόγον τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει· τῶν δὲ λημμάτων μὴ οἰκείων τῷ προβλήματι λαμβανομένων οὐκ ἐνδέχεται καλῶς * * οὐδὲν αὐτῷ ἐξευρεῖν ἀγνοουμένης ὅλου τοῦ προβλήματος. ὃ καὶ ζήτημα καλεῖται, τῆς φύσεως. ἐν πᾶσιν οὖν τοῖς ζητουμένοις ἔστι τι προγινωσκόμενον (ὃ πάντως ἐξ ἑαυτοῦ πιστὸν ὂν ἀναποδείκτως πιστεύεται). ὃ χρὴ ποιεῖσθαι τῆς ζητήσεως αὐτῶν ὁρμητήριον καὶ τῶν εὑρῆσθαι δοκούντων κριτήριον.

919 P

85

Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ δυνατὸν τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων [δὲ] τῶν ἔργων αὐτῆς. οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ δυνάμεων ἢ ἁπλῶς εἰπεῖν [ἓν] τῶν ὑπαρχόντων τοῖς οὖσιν· ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ ζητεῖσθαι τὴν οὐσίαν· ἐν πολλοῖς δέ, τῆς νοήσεως αὐτῆς τῆς ἡμετέρας ὑποτιθεμένης ἑαυτῇ ταῦτα πάντα, τὴν ζήτησιν εἶναι. τίνι τῶν οὐσιῶν ἂν οὕτω μὲν ὑπάρχῃ· ἀμφοτέρων γάρ, τῆς τε οὐσίας τῆς τε ἐνεργείας, τὰς ἐπινοίας ἐν τῇ διανοίᾳ λαβόντες οὕτως ἐπὶ τὴν ζήτησιν ἐρχόμεθα. ἔστιν δὲ ὧν καὶ τὰς ἐνεργείας εἰδότες ἅμα ταῖς οὐσίαις ἀγνοοῦμεν τὰ παθήματα.

Ἔστιν οὖν ἡ μέθοδος τῆς εὑρέσεως τοιαύτη· ἀρκτέον γὰρ ἐξ αὐτοῦ τοῦ γνωρίζειν τὰ προβλήματα. πολλάκις γοῦν ἐξαπατᾷ τὸ τῆς λέξεως σχῆμα καὶ συγχεῖ καὶ ταράττει τὴν διάνοιαν, ὥστε μὴ ῥᾳδίως εὑρίσκειν ἐκ ποίας ἐστὶ διαφορᾶς, οἷον εἰ [μὴ] ζῷον τὸ κυούμενον· ἔχοντες γὰρ καὶ ζῴου τι νόημα καὶ κυουμένου ζητοῦμεν εἰ τῷ κυουμένῳ ζῴῳ εἶναι ὑπάρχει, τοῦτο δ᾿ ἐστίν, εἰ τῇ κυουμένῃ οὐσίᾳ τό τε κινεῖσθαι δύνασθαι καὶ ἔτι τὸ αἰσθάνεσθαι ὑπάρχει. ὥστε ἐνεργειῶν ἐστι καὶ παθῶν ἡ ζήτησις ἐπὶ προγινωσκομένης οὐσίας. εὐθέως οὖν τὸν προβάλλοντα ἀντερωτητέον τί ποτε καλεῖ ζῷον· μάλιστα γὰρ τοῦτο ποιητέον, ἐπειδὰν εἰς διαφόρους χρήσεις ἠγμένον ἴδωμεν τοὔνομα· καὶ διερευνητέον εἴτε ἀμφισβητούμενόν ἐστι τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας εἴθ᾿ ὁμολογούμενον ἅπασιν. εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ

920 P
νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ [τι] τὸ κυούμενον αὐξανόμενόν τε καὶ τρεφόμενον. Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ »τοῦ τρίτου τῆς
86
ψυχῆς εἴδους«. τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά. ζῷα δ᾿ ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ· τὸ γὰρ δὴ τῆς ἑτέρας ψυχῆς τῆς αἰσθητικῆς μετέχον τοῦτο μόνον ἀξιοῖ καλεῖσθαι ζῷον. οὐ μὴν οἵ γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν. ἀποφήσαντος δὲ τοῦ προβαλόντος εἶναι ζῷα καὶ τὰ φυτά, δείξομεν ἑαυτῷ μαχόμενα λέγειν. τῷ γὰρ τρέφεσθαί τε καὶ αὐξάνεσθαι τὸ ζῷον ὁρισάμενος. ἀλλὰ καὶ τὸ φυτὸν οὐκ εἶναι ζῷον ἀποφηνάμενος, οὐδὲν ἄλλο ἔοικεν λέγειν ἢ ὅτι τὸ τρεφόμενόν τε καὶ αὐξανόμενον καὶ ζῷόν ἐστι καὶ οὐ ζῷον. τί οὖν βούλεται μαθεῖν, εἰπάτω, ἆρά γε εἰ αὔξεται καὶ τρέφεται τὸ κατὰ γαστρὸς ἢ εἰ αἰσθήσεώς τινος ἢ καὶ τῆς καθ᾿ ὁρμὴν κινήσεως αὐτῷ μέτεστιν. κατὰ μὲν γὰρ Πλάτωνα τὸ φυτὸν ἔμψυχόν τε καὶ ζῷον, κατὰ δὲ Ἀριστοτέλη ζῷον μὲν οὔπω, λείπει γὰρ αὐτῷ τὸ αἰσθητικόν, ἔμψυχον δὲ ἤδη· ἔστι γοῦν αὐτῷ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητική· κατὰ δὲ τοὺς Στωϊκοὺς οὔτε ἔμψυχον οὔτε ζῷόν ἐστι τὸ φυτόν· ἔμψυχος γὰρ οὐσία τὸ ζῷον. εἰ τοίνυν ἔμψυχον τὸ ζῷον, ἡ ψυχὴ δὲ φύσις αἰσθητική. δῆλον ὡς αἰσθητικὸν ἤδη τὸ ἔμψυχον.

Εἰ μὲν οὖν ἀντερωτηθεὶς ὁ ζητήσας, εἰ ζῷον τὸ κατὰ γαστρός, εἴποι καλεῖν ζῷον [ἐπὶ] τὸ τρεφόμενον καὶ αὖξον, ἔχει τὴν ἀπόκρισιν· εἰ δὲ φάσκοι τοῦτ᾿ εἶναι ὃ ζητεῖ, πότερον αἰσθητικὸν ἤδη τὸ κυούμενον ἢ καὶ καθ᾿ ὁρμήν τινά ἐστι κινητικὸν ἑαυτοῦ, ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος. οὐ μενούσης ἔτι τῆς περὶ τοὔνομα ἀπάτης· μὴ ἀποκρινόμενος δὲ πρὸς τὸ ἀντερωτηθὲν

921 P
μηδὲ βουλόμενος τί ποτέ ἐστιν εἰπεῖν ὃ νοῶν ἢ κατὰ τίνος ἐπιφέρων πράγματος τὸ ζῷον ὄνομα τὴν πρό
329 S
τασιν ἐποιήσατο, κελεύων δ᾿ ἡμᾶς αὐτοὺς διελέσθαι, ἐριστικὸς ὑπάρχων ἂν γνωρισθείη. εἰ δὲ δυοῖν τρόποιν ὑπαρχόντοιν, ἑτέρου μὲν τοῦ κατ᾿ ἐρώτησίν τε καὶ ἀπόκρισιν, ἑτέρου δὲ τοῦ κατὰ διέξοδον, ἤρνηται τὸ ἕτερον, ἐπακουσάτω πάντα τὰ εἰς τὸ πρόβλημα διεξιόντων ἡμῶν· εἶτ᾿ ἐπειδὰν τελεώσωμεν, ἐξέσται αὐτῷ τότε περὶ ἑνὸς ἑκάστου ἐν μέρει διαλαμβάνειν. εἰ δὲ διακόπτειν ἐπιχειροίη τὴν ἐξέτασιν πυνθανόμενος, δῆλός ἐστιν οὐδὲ ἀκούειν βουλόμενος.

87

Ἀλλ᾿ εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ᾿ ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ μὴ διαπεπλασμένα ἤδη [καὶ τὰ ζῷα] καὶ τὸ σπέρμα αὐτὸ τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ ἔμβρυα καλούμενα. ἀποκριναμένου δὲ καὶ πρὸς τοῦτο περαίνειν ἤδη τὸ προκείμενον ἐφεξῆς καὶ διδάσκειν χρή.

Εἰ δὲ ἡμᾶς λέγειν βούλοιτο αὐτὸς μὴ ἀποκρινάμενος, ἀκουσάτω· ἐπεὶ σὺ μὴ βούλει λέγειν καθ᾿ ὅτου σημαινομένου λέγεις ὃ προὔβαλες (οὕτω γὰρ ἂν οὐ περὶ σημαινομένων ἐγὼ ἐποιούμην τὸν λόγον, ἀλλ᾿ ὑπὲρ αὐτῶν ἤδη τῶν πραγμάτων ἐσκοπούμην), γίνωσκε τοιοῦτόν τι ποιήσας οἷον εἰ καὶ προὔβαλες εἰ ζῷον ὁ κύων. εἰκότως γὰρ ἂν εἴποιμι· ποίου κυνός; ἐγὼ γὰρ καὶ περὶ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ κατ᾿ οὐρανὸν ἄστρου, ἀλλὰ καὶ Διογένους καὶ τῶν ἄλλων ἐφεξῆς δίειμι κυνῶν. οὐ γὰρ ἂν μαντευσαίμην πότερον ὑπὲρ πάντων ἐρωτᾷς ἢ τινός. ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτ᾿ ἤδη μαθεῖν περὶ ποίου ζητεῖς, σαφῶς εἰπέ. εἰ δὲ περὶ ὀνόματα στρέφῃ, τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα παντὶ δῆλον ὅτι μήτε ζῷόν ἐστι μήτε φυτόν, ἀλλ᾿ ὄνομά τε καὶ φωνὴ καὶ σῶμα καὶ ὂν καὶ τὶ καὶ πάντα μᾶλλον ἢ ζῷον. καὶ εἴπερ τοῦτο προὔβαλες, ἔχεις τὴν ἀπόκρισιν.

Οὐ μὴν οὐδὲ τὸ σημαινόμενον ἐκ τοῦ ›κυούμενον‹ ὀνόματός ἐστι ζῷον, ἀλλ᾿ ἐκεῖνο μὲν ἀσώ

922 P
ματόν τέ ἐστι καὶ λεκτὸν καὶ πρᾶγμα καὶ νόημα καὶ πάντα μᾶλλον ἢ ζῷον. ἄλλη δέ τιςἂν εἴη τοῦ ζῴου φύσις· ἐναργῶς γὰρ ἐδείκνυτο τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου. λέγω δὲ τοῦ ἐμβρύου τῆς φύσεως ὁποία τίς ἐστιν, ἕτερον ὑπάρχον πρόβλημα τὸ περὶ τῶν σημαινομένων ἐκ τοῦ ›ζῷον‹ ὀνόματος. λέγω τοίνυν, εἰ τοῦτο λέγεις ζῷον τὸ δυνάμενον αἰσθέσθαι τε καὶ κινηθῆναι καθ᾿ ὁρμήν, ζῷόν ἐστιν οὐχ ἁπλῶς τὸ κινούμενον καθ᾿ ὁρμὴν καὶ αἰσθανόμενον· δύναται γὰρ καὶ κοιμᾶσθαι ἢ μὴ παρόντων τῶν αἰσθητῶν μὴ αἰσθάνεσθαι, τὸ δὲ δυνάμενον ἤτοι ὁρμᾶν ἢ καὶ αἰσθάνεσθαι
88
πεφυκὸς ζῴου γνώρισμα. τοιοῦτον γάρ τι σημαίνεται ἐκ τούτων. πρῶτον μέν, εἰ τὸ κυούμενον ἤδη αἰσθάνεσθαι ἢ καθ᾿ ὁρμὴν κινεῖσθαι δύναται. ὅπερ πρόκειται σκοπεῖσθαι. ἕτερον δέ, εἰ τὸ κυούμενον αἰσθέσθαι ποτὲ ἢ κινηθῆναι δυνήσεται καθ᾿ ὁρμήν. καθ᾿ ὃ σημαινόμενον οὐδεὶς ζητεῖ ἐναργὲς ὄν. ἐζήτητο δὲ πότερον ζῷόν ἐστιν ἤδη τὸ ἔμβρυον ἢ φυτὸν ἔτι. κἄπειτα μετελήφθη τοῦ ζῴου τοὔνομα εἰς λόγον. ἵν᾿ ᾐ σαφές. αἰσθήσει σὴ καὶ κινήσει τῇ καθ᾿ ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου. πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον. ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον. ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ᾿ ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον. τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν. τὸ δὲ ἐνεργεῖν μὲν δυνάμενον. ἡσυχάζον δὲ ἢ κοιμώμενον. τοῦτο δέ ἐστι τὸ ζητούμενον. οὐ γὰρ ἐκ τοῦ τρέφεσθαι τὸ ἔμβρυον ζῷον εἶναι λεκτέον, ὃ τῆς οὐσίας ἐστὶν ἀποχωρούντων τοῦ ζητουμένου, τοῖς δ᾿ ἄλλως συμβεβηκόσιν προσεχόντων τὸν νοῦν.

Κοινὴ δ᾿ ἐπὶ πᾶσι τοῖς εὑρίσκεσθαι λεγομένοις τέτακται ἡ ἀπόδειξις, ἥτις ἐστὶ λόγος ἐξ ἑτέρων ἕτερόν τι πιστούμενος. ἐξ ὦν δὲ χρὴ πιστοῦσθαι τὸ ζητούμενον, ὁμολογεῖσθαί τε καὶ γινώσκεσθαι δεῖ τῷ μανθάνοντι. ἀρχὴ δὲ τούτων ἁπάντων ἐστὶ τὸ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργές. ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων [ἁπάντων] σύγκειται, ἡ δ᾿ ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδ᾿ ἐκ πρώτων περαίνεται προτάσεων. τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ

923 P
τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δ᾿ ἦν διαφορὰ προβλημάτων ἐφ᾿ οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.

ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον.

89

Πρὸς τοὺς Πυρρωνείους.

Εἰ φησιν ἡ ἐποχὴ βέβαιον εἶναι μηδέν, δῆλον ὅτι ἀφ᾿ ἑαυτῆς ἀρξαμένη πρῶτον ἀκυρώσει ἑαυτήν. ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ ἐνίσταται μηδὲν εἶναι ἀληθὲς λέγουσα, καὶ δῆλον ὅτι οὐδ᾿ αὐτὴ πρότερον ἀληθεύσει. ἤτοι γὰρ αὐτὴ ἀληθεύει ἢ οὐκ ἀληθεύει. ἀλλ᾿ εἰ μὲν ἀληθεύει, δίδωσιν ἄκουσά τι εἶναι ἀληθές, εἰ δὲ μὴ ἀληθεύει, ἀληθῆ ἀπολείπει ἅπερ ἀνελεῖν ἐβούλετο. ἐν ᾧ γὰρ ψευδὴς δείκνυται ἡ ἀναιροῦσα ἐποχή. ἐν τούτῳ

330 S
τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ λέγων ψευδεῖς εἶναι πάντας τοὺς ὀνείρους. ἑαυτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται κυρωτική. καὶ ὅλως εἰ ἔστιν ἀληθής, ἀφ᾿ ἑαυτῆς ποιήσεται τὴν ἀρχήν, οὐκ ἄλλου τινὸς οὖσα ἐποχή, ἀλλ᾿ ἑαυτῆς πρῶτον.

Ἔπειτα εἰ καταλαμβάνει τις ὅτι ἄνθρωπός ἐστιν ἢ ὅτι ἐπέχει. δῆλός ἐστι μὴ ἐπέχων. πῶς δ᾿ ἂν καὶ τὴν ἀρχὴν εἰς τὴν ἀμφισβήτησιν ἀφίκετο περὶ πάντων ἐπέχων; πῶς δ᾿ ἂν καὶ ἀπεκρίνετο πρὸς τὸ ἐρωτηθέν; περὶ γὰρ αὐτοῦ τούτου δῆλός ἐστιν οὐκ ἐπέχων. ναὶ μὴν καὶ ἀποφαίνεται ὅτι ἐπέχει, δι᾿ ὃ καὶ εἰ δεῖ πειθόμενον αὐτοῖς περὶ πάντων ἐπέχειν. περὶ αὐτῆς πρότερον τῆς ἐποχῆς ἐφέξομεν. εἴτε πειστέον αὐτῇ εἴτε καὶ μή.

Ἔτι εἰ τοῦτο αὐτό ἐστι τὸ ἀληθὲς τὸ μὴ εἰδέναι τὸ ἀληθές τὸ μὴ εἰδέναι τὸ ἀληθές, οὐδὲ τὴν ἀρχὴν ἀληθές τι παρ᾿ ἐκείνου δίδοται. εἰ δὲ καὶ τοῦτο ἀμφισβητήσιμον ἐρεῖ τὸ ἀγνοεῖν

924 P
τἀληθές, ἐν αὐτῷ τούτῳ δίδωσιν εἶναι τὸ ἀληθὲς γνώριμον, ἐν ᾧ τὴν περὶ αὐτοῦ ἐποχὴν φαίνεται μὴ βεβαιῶν.

Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δόγμασι

90
πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα. καὶ τὸ μὲν δόγμα ἐστὶ κατάληψίς τις λογική. κατάληψις δὲ ἕξις καὶ συγκατάθεσις τῆς διανοίας.

Οὐ μόνον οἱ ἐφεκτικοί. ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν.

Αἱ τῶν ζητήσεων ἔφοδοι καὶ ἀρχαὶ περὶ ταῦτα καὶ ἐν τούτοις εἰσίν.

Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κατὰ τὰς σημασίας. ἔπειτα ζητητέον εἰ τῶν πρὸς ἕτερα θεωρουμένων ἐστὶν τὸ προκείμενον ἢ καθ᾿ αὑτὸ λαμβάνεται. ἐπὶ τούτοις. εἰ ἔστι, τί ἐστι, τί αὐτῷ συμβέβηκεν, ἢ καὶ οὕτως. εἰ ἔστι. τί ἐστι. διότι ἐστίν. πρὸς δὲ τὴν τούτων θεωρίαν ἡ τῶν καθ᾿ ἕκαστα γνῶσις καὶ ἡ τῶν καθόλου συνυποβάλλει καὶ τὰ πρότερα καὶ αἱ ἐπὶ τὰς διαφορὰς [αἱ] διαιρέσεις αὐτῶν. ἡ μὲν οὖν ἐπαγωγὴ φέρει τὸ καθόλου καὶ τὸν ὁρισμόν, αἱ δὲ διαιρέσεις τὰ εἴδη καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἄτομον, ἡ δὲ θεωρία τοῦ ποσαχῶς τὴν λῆψιν τοῦ οἰκείου, αἱ δὲ διαπορήσεις τὰς κατ᾿ αὐτὰς διαφορὰς καὶ τὰς ἀποδείξεις καὶ ἄλλως τὴν θεωρίαν συναύξουσι τά τε παρεπόμενα αὐτῇ. ἐκ πάντων δὲ ἐπιστήμη τε παρίσταται καὶ ἀλήθεια. πάλιν τὸ κεφαλαιωθὲν ἐκ τῆς διαιρέσεως ὅρος γίνεται· λαμβάνεται γὰρ καὶ πρότερος τῆς διαιρέσεως καὶ ὕστερος ὁ διορισμός· πρότερος μὲν ὅταν συγχωρηθῇ ἢ προτεθῇ. ὕστερος δὲ ὅταν ἀποδειχθῇ. καὶ κατὰ τὴν αἴσθησιν δὲ ἐκ τοῦ καθ᾿ ἕκαστα κεφαλαιοῦται τὸ καθόλου. ἀρχὴ γὰρ τῆς ἐπαγωγῆς ἡ αἴσθησις. πέρας δὲ τὸ καθόλου. ἡ μὲν οὖν ἐπαγωγὴ οὐ τὸ τί ἐστι δείκνυσιν. ἀλλ᾿ ὅτι ἐστὶν ἢ οὐκ ἔστιν. ἡ διαίρεσις δὲ ὅ τι ἐστὶ παρίστησιν. ὅ τε διορισμὸς ὁμοίως τῇ διαιρέσει

925 P
91
τὴν οὐσίαν καὶ τὸ τί ἐστι διδάσκει, οὐχὶ δὲ τὸ εἰ ἔστιν, ἥ τε ἀπόδειξις τὰ τρία, τό τε εἰ ἔστιν καὶ τὸ τί ἐστιν καὶ τὸ διὰ τί ἐστιν, σαφηνίζει. εἰσὶ δὲ ἔνιον καὶ τῆς αἰτίας ἐμπεριεκτικοὶ ὅροι.

Ἐπεὶ δὲ ἐπίστασθαι ἔστιν ὅταν ἴδωμεν τὴν αἰτίαν, αἰτίαι δὲ τέσσαρες, ἡ ὕλη, τὸ κινοῦν, τὸ εἶδος, τὸ τέλος, τετραχῶς ἔσται ὁ διορισμός. ληπτέον οὖν πρῶτον τὸ γένος, ἐν ᾧ ἐστι τῶν ἐπάνω τὰ ἐγγύτατα, μετὰ τοῦτο τὴν προσεχῆ διαφοράν. ἡ δὲ συνέχεια τῶν διαφορῶν τεμνομένη καὶ ἀποδιαιρουμένη τὸ τί ἦν εἶναι ἐκπληροῖ. οὐκ ἀνάγκη δὲ πάσας λέγειν ἑκάστου τὰς διαφοράς, ἀλλὰ τὰς εἰδοποιούσας. ἡ γεωμετρικὴ ἀνάλυσις καὶ σύνθεσις τῇ διαλεκτικῇ διαιρέσει καὶ ὁρισμῷ ἔοικεν, καὶ ἀπὸ μὲν τῆς διαιρέσεως ἐπὶ τὰ ἁπλούστερα καὶ ἀρχικώτερα ἀνατρέχομεν. τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν. τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ [μὴ] ζητούμενον καὶ μηκέτι τομὴν ἐπιδεχόμενον παραγινόμεθα. τὸ γὰρ ζῷον εἰς τὸ θνητὸν καὶ ἀθάνατον διελόντες, εἶτα μέντοι τὸ θνητὸν εἰς τὸ χερσαῖον καὶ ἔνυδρον, καὶ πάλιν τὸ χερσαῖον εἰς τὸ πτηνὸν καὶ πεζόν. καὶ οὕτως τὸ προσεχὲς τῷ ζητουμένῳ εἶδος, ὃ καὶ περιλαμβάνει τὸ ζητούμενον, διαιροῦντες ἀφιξόμεθα τέμνοντες ἐπὶ τὸ ἁπλούστατον εἶδος. ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει. πάλιν γὰρ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον διαιρούμεθα. κἄπειτα τὰ προσεχῆ τῶν ἐκ τῆς διαιρέσεως λαμβανομένων εἰδῶν τῷ ἀνθρώπῳ ἐκλεγόμενοι καὶ ἐπισυνθέντες εἰς ἕνα λόγον τὸν ὅρον τοῦ ἀνθρώπου ἀποδίδομεν, ὅς ἐστι ζῷον θνητόν, χερσαῖον, πεζόν. λογικόν.

Ὅθεν ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ, τὴν ἁπλότητα τοῦ ὀνόματος ἀναζητοῦσα, τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος ἐπισυντιθεὶς καὶ κατασκευάζων καὶ τὴν γνῶσιν τοῦ ὄντος παριστάς. οὔτ᾿ αὐτῶν τῶν πραγμάτων

331 S
οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους εἶναί φαμεν· τούτων γὰρ τῶν διανοιῶν
92
καὶ αἱ διαιρέσεις γίνονται. τῶν δὲ διαιρέσεων ἣ μέν
926 P
τις εἰς εἴδη διαιρεῖ τὸ διαιρούμενον ὡς γένος. ἣ δέ τις εἰς μέρη ὡς ὅλον, ἣ δὲ εἰς τὰ συμβεβηκότα. ἡ μὲν οὖν τοῦ ὅλου εἰς τὰ μέρη διαίρεσις ὡς ἐπὶ τὸ πλεῖστον κατὰ μέγεθος ἐπινοεῖται. ἡ δὲ εἰς τὰ συμβεβηκότα οὐδέποτε ὅλη δύναται διαληφθῆναι, εἴ γε καὶ οὐσίαν ἑκάστῳ δεῖ πάντως τῶν ὄντων ὑπάρχειν. ὅθεν ἀδόκιμοι ἄμφω αὗται αἱ διαιρέσεις, μόνη δὲ εὐδοκιμεῖ ἡ τοῦ γένους εἰς εἴδη τομή, ὑφ᾿ ἧς χαρακτηρίζεται ἥ τε ταὐτότης ἡ κατὰ γένος ἥ τε ἑτερότης ἡ κατὰ τὰς ἰδικὰς διαφοράς. τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος. τοῦτο καὶ εἶδος γενήσεται. ἡ γὰρ χεὶρ μέρος μέν ἐστι τοῦ ἀνθρώπου. εἶδος δὲ οὐκ ἔστιν. καὶ τὸ μὲν γένος ἐν τοῖς εἴδεσιν ἐνυπάρχει, τὸ γὰρ ζῷον καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ βοΐ. τὸ δὲ ὅλον ἐν τοῖς μέρεσιν οὐκ ἐνυπάρχει, οὐ γὰρ ὁ ἄνθρωπος ἐν τοῖς ποσὶν ὑπάρχει. διὸ κυριώτερον τὸ εἶδος τοῦ μέρους. καὶ ὅσα τοῦ γένους κατηγορεῖται. ταῦτα πάντα καὶ τοῦ εἴδους κατηγορηθήσεται.

Ἄριστον μὲν οὖν εἰς δύο διαιρεῖν εἴδη τὸ γένος, εἰ δὲ μή, εἰς τρία. τὰ τοίνυν εἴδη γενικώτερον μὲν διαιρούμενα χαρακτηρίζεται τῷ τε ταὐτῷ καὶ θατέρῳ, ἔπειτα δὲ διὰ τῶν γενικῶς σημαινομένων διαιρούμενα χαρακτηρίζεται. ἕκαστον γὰρ τῶν εἰδῶν ἤτοι οὐσία ἐστὶν (ὥσπερ ὅταν λέγωμεν· τῶν ὄντων τὰ μὲν σώματά ἐστι. τὰ δὲ ἀσώματα) ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ πότε ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει, ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ ὁρίσασθαι ὁτιοῦν. τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη. ἐκ δὲ τῆς τοῦ ὅρου ἀγνοίας καὶ τὰς πολλὰς ἀμφισβητήσεις γίνεσθαι καὶ τὰς ἀπάτας συμβαίνει. εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν. ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.

Προσλαμβάνεται δὲ ὅροις καὶ ἡ διαφορά, σημείου τάξιν ἐπέχουσα τῷ ὅρῳ. τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν.

93
σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται. αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν. καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν. ἐν μὲν οὖν τοῖς μακροτέροις
927 P
ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν τῶν ἀναγκαιοτάτων εἰδῶν. γίνεται δὲ τοῦτο διὰ συντομίαν. φαμὲν οὖν, ἄνθρωπός ἐστι τὸ ζῷον λογικόν γελαστικόν. τό τε ἐξαιρέτως συμβεβηκὸς τῷ ὁριζομένῳ προσπαραληπτέον, ἢ τὴν ἰδίαν ἀρετὴν αὐτοῦ ἢ τὸ ἴδιον ἔργον αὐτοῦ καὶ τοιούτων τινῶν ἄλλων. ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.

Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης. ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας ἤτοι τῆς ἀλλήλων πρὸς ἀλλήλους ἢ τῆς ἑαυτῶν πρὸς ἑαυτούς, δεύτερον δὲ ἡ ἐν τοῖς οὖσι διαφωνία, ἣ καὶ εἰκότως ἐμποιητικὴ καθέστηκε τῆς ἐποχῆς. μήτε γὰρ πάσαις ταῖς φαντασίαις πιστεύειν δυνηθέντες διὰ τὴν μάχην μήτε πάσαις ἀπιστεῖν διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις μήτε τισὶ μὲν πιστεύειν, τισὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατήχθημεν εἰς ἐποχήν. τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως καὶ φυγῆς, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν

94
τῶν ἀντικειμένων πραγμάτων ἰσοθένειαν μετοκλαζούσης τεκμήρια. πλήρεις δ᾿ αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων ἐν τοῖς δόγμασι καὶ πεπεικότων ἑαυτοὺς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν γινώσκειν.

Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ᾿ ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων. δεύτερον δὲ τὰ νοήματα ὁμοιώματα καὶ ἐκτυπώματα τῶν ὑποκειμένων ὄντα (ὅθεν ἅπασι καὶ τὰ νοήματα τὰ αὐτά ἐστι

928 P
διὰ τὸ τὴν αὐτὴν ἀπὸ τῶν ὑποκειμένων ἅπασιν ἐγγίνεσθαι τύπωσιν. οὐκέτι δὲ καὶ τὰ ὀνόματα διὰ τὰς διαλέκτους τὰς διαφόρους)· τρίτον δὲ τὰ ὑποκείμενα πράγματα, ἀφ᾿ ὧν
332 S
ἡμῖν τὰ νοήματα ἐντυποῦνται. τὰ μὲν οὖν ὀνόματα τῇ γραμματικῇ εἰς τὰ καθολικὰ στοιχεῖα κδ᾿ ἀνάγεται· ὡρισμένα γὰρ χρὴ εἶναι τὰ στοιχεῖα· τῶν γὰρ καθ᾿ ἕκαστα ἀπείρων ὄντων μὴ εἶναι ἐπιστήμην, ἴδιον δὲ ἐπιστήμης καθολικοῖς ἐπερείδεσθαι θεωρήμασι καὶ ὡρισμένοις. ὅθεν τὰ καθ᾿ ἕκαστα εἰς τὰ καθόλου ἀνάγεται. ἡ δὲ τῶν φιλοσόφων πραγματεία περὶ τε τὰ νοήματα καὶ τὰ ὑποκείμενα καταγίνεται. ἐπεὶ δὲ τούτων τὰ καθ᾿ ἕκαστα ἄπειρα, στοιχεῖά τινα καὶ τούτων εὑρέθη. ὑφ᾿ ἃ πᾶν τὸ ζητούμενον ὑπάγεται. καὶ εἰ μὲν φαίνοιτο ὑφ᾿ ἕν τι ὑποδεδυκὸς τῶν στοιχείων ἢ καὶ πλείω, ἀποφανούμεθα αὐτὸ εἶναι, εἰ δὲ πάντα διαφύγοι, μηδαμῇ εἶναι. τῶν λεγομένων τὰ μὲν μετὰ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος τρέχει«, τὰ δὲ> ἄνευ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος« καὶ ὡς τὸ »τρέχει« καὶ ὅσα λόγον οὐκ ἀποτελεῖ οὐδὲ τἀληθὲς ἢ τὸ ψεῦδος ἔχει. τῶν δὲ μὴ μετὰ συμπλοκῆς λεγομένων τὰ μὲν οὐσίαν σημαίνει, τὰ δὲ ποιόν, τὰ δὲ ποσόν, τὰ δὲ πρός τι, τὰ δὲ ποῦ, τὰ δὲ ποτέ, τὰ δὲ κεῖσθαι, τὰ δὲ ἔχειν, τὰ δὲ ποιεῖν, τὰ
95
δὲ πάσχειν, ἃ δὴ καὶ στοιχεῖα τῶν ὄντων φαμὲν τῶν ἐν ὕλῃ καὶ μετὰ τὰς ἀρχάς. ἔστι γὰρ λόγῳ θεωρητὰ ταῦτα, τὰ δὲ ἄυλα νῷ μόνῳ ληπτά ἐστι κατὰ τὴν πρώτην ἐπιβολήν.

Τῶν δὲ ὑπὸ τὰς δέκα κατηγορίας ὑποτασσομένων τὰ μὲν καθ᾿ αὑτὰ λέγεται, ὡς αἱ ἐννέα κατηγορίαι, τὰ δὲ πρός τι. καὶ πάλιν τῶν ὑπὸ ταύτας τὰς δέκα κατηγορίας τὰ μέν ἐστι συνώνυμα, ὡς βοῦς καὶ ἄνθρωπος, καθὸ ζῷον· ἔστι γὰρ συνώνυμα ὧν τό τε ὄνομα ἀμφοῖν κοινόν, τὸ ζῷον, καὶ ὁ λόγος ὁ αὐτός, τουτέστιν ὁ ὅρος, [τουτέστιν] οὐσία ἔμψυχος· ἑτερώνυμα δὲ ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν διαφόροις ἐστὶν ὀνόμασιν, οἷον ἀνάβασις καὶ κατάβασις·

929 P
ὁδὸς γὰρ ἡ αὐτή, ἤτοι εἰς τὸ ἄνω ἢ εἰς τὸ κάτω· τὸ δ᾿ ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα. ἕτερα δὴ λεκτέον, οὐχ ἑτερώνυμα. πολυώνυμα δὲ τὰ τὸν μὲν λόγον τὸν αὐτὸν ἔχοντα, ὄνομα δὲ διάφορον ὡς ἄορ, ξίφος, φάσγανον. παρώνυμα δ᾿ ἐστὶ τὰ παρά τι ἕτερον ὠνομασμένα, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. τὰ δὲ ὁμώνυμα τῷ αὐτῷ ὀνόματι χρώμενα, λόγον δὲ οὐ τὸν αὐτὸν ἔχοντα, οἷον ἄνθρωπος τό τε ζῷον καὶ γεγραμμένος. τῶν δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης ὁμωνυμεῖ, ὡς Αἴας ὁ Λοκρὸς καὶ ὁ Σαλαμίνιος, τὰ δὲ ἀπὸ διανοίας, καὶ τούτων τὰ μὲν καθ᾿ ὁμοιότητα, ὡς ἄνθρωπος τό τε ζῷον καὶ ὁ γεγραμμένος, τὰ δὲ κατὰ ἀναλογίαν, ὡς »πόδες Ἴδης« καὶ οἱ ἡμέτεροι πόδες διὰ τὸ κατωτέρω εἶναι, τὰ δὲ κατ᾿ ἐνέργειαν, ὡς ποὺς πλοίου, δι᾿ οὗ τὸ πλοῖον πλεῖ, καὶ ποὺς ὁ ἡμέτερος, δι᾿ οὗ κινούμεθα. λέγεται ὁμώνυμα ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό, ὡς [ἀπὸ] τοῦ ἰατροῦ τὸ βιβλίον καὶ τὸ σμιλίον ἰατρικὰ ἀπό τε τοῦ χρωμένου ἰατροῦ καὶ πρὸς τὸν αὐτὸν λόγον τὸν ἰατρικόν.

Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι, καθάπερ τὸ κάλλος τοῖς ἀκολάστοις τοῦ ἔρωτος· ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ μόνον, οὐ μὴν κατηναγκασμένως. συνεκτικὰ δὲ ἅπερ συνωνύμως καὶ

96
αὐτοτελῆ καλεῖται, ἐπειδήπερ αὐτάρκως δι᾿ αὑτῶν ποιητικά ἐστι τοῦ ἀποτελέσματος. ἑξῆς δὲ πάντα τὰ αἴτια ἐπὶ τοῦ μανθάνοντος δεικτέον. ὁ μὲν πατὴρ αἴτιόν ἐστι προκαταρκτικὸν τῆς μαθήσεως, ὁ διδάσκαλος δὲ συνεκτικόν. ἡ δὲ τοῦ μανθάνοντος φύσις συνεργὸν αἴτιον, ὁ δὲ χρόνος τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει.

Αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς, ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει καὶ τὸ ἤδη ἐνεργοῦν καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.

Οἳ μὲν οὖν σωμάτων, οἳ δ᾿ ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια· οἳ δὲ τὸ μὲν σῶμα κυρίως αἴτιόν φασι, τὸ δὲ ἀσώματον καταχρηστικῶς

930 P
καὶ οἷον αἰτιωδῶς· ἄλλοι δ᾿ ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα, οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν.

Τὸ ›τινῶν ἐστιν αἴτιον‹ λέγεται τριχῶς, τὸ μὲν ὅ ἐστιν αἴτιον. οἷον ὁ ἀνδριαντοποιός, τὸ δὲ οὗ ἐστιν αἴτιον, οἷον τοῦ γίνεσθαι τὸν ἀνδριάντα, τὸ δὲ ᾧ ἐστιν αἴτιον, ὥσπερ τῇ ὕλῃ· τῷ χαλκῷ γὰρ αἴτιός ἐστι τοῦ γίνεσθαι τὸν ἀνδριάντα. τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτιον, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν.

Εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) αἴτια τὰ αἴτια· ἤ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἴτια λεχθήσεται, οἷον τοῦ ›τέμνεται‹, οὗ πτῶσις τὸ τέμνεσθαι, τὰ δ᾿ ἀξιωμάτων, ὡς τοῦ ›ναῦς

97
γίνεται‹, οὗ πάλιν [ἡ] πτῶσίς ἐστι τὸ ναῦν γίνεσθαι· Ἀριστοτέλης δὲ προσηγοριῶν, οἷον τῶν τοιούτων, οἰκίας, νεώς, καύσεως, τομῆς. ἡ πτῶσις δὲ ἀσώματος εἶναι ὁμολογεῖται· διὸ καὶ τὸ σόφισμα ἐκεῖνο οὕτως λύεται· ›ὃ λέγεις, διέρχεταί σου διὰ τοῦ στόματος‹, ὅπερ ἀληθές, ›οἰκίαν δὲ λέγεις, οἰκία ἄρα διὰ τοῦ στόματός σου διέρχεται‹, ὅπερ ψεῦδος· οὐδὲ γὰρ τὴν οἰκίαν λέγομεν σῶμα οὖσαν, ἀλλὰ τὴν πτῶσιν ἀσώματον οὖσαν, ἧς οἰκία τυγχάνει.
333 S

Καὶ τὸν οἰκοδόμον οἰκοδομεὶν λέγομεν κατὰ τὴν ἐπὶ τὸ γενησόμενον ἀναφοράν. οὕτως φαμὲν χλαμύδα ὑφαίνεσθαι **· τὸ γὰρ ποιοῦν ἐνεργείας δηλωτικὸν ὑπάρχει. οὐκ ἔστι δὲ ἑτέρου μὲν τὸ ποιοῦν, ἑτέρου δὲ τὸ αἴτιον, ἀλλὰ ταὐτοῦ [τῆς χλαμύδος καὶ τῆς οἰκίας]· καθ᾿ ὃ γὰρ αἴτιος τοῦ γίνεσθαι, κατὰ τοῦτο καὶ ποιητικός ἐστι τοῦ γίνεσθαι. τὸ [δὲ] αὐτὸ ἄρα αἴτιον καὶ ποιητικόν [καὶ δι᾿ ὅ]. καὶ εἰ μέν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ δι᾿ ὅ, εἰ δέ τί ἐστι δι᾿ ὅ, οὐ πάντως τοῦτο καὶ αἴτιον. πολλὰ γοῦν ἐφ᾿ ἓν ἀποτέλεσμα συντρέχει, δι᾿ ἃ γίνεται τὸ τέλος, ἀλλ᾿ οὐκ ἔστι πάντα αἴτια. οὐ γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη, οὐδ᾿ ἂν ὠργίσθη. εἰ μὴ ἐζήλωσεν, οὐδὲ τοῦτο, εἰ μὴ ἠράσθη, οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους, οὐδὲ τοῦτο, εἰ μὴ Ἀργὼ κατεσκευάσθη. οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη.

931 P
ἐν τούτοις γὰρ ἅπασιν τοῦ ›δι᾿ ὃ‹ τυγχάνοντος οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη δὲ ἡ Μήδεια.

[Διὸ] τὸ μὴ κωλῦον ἀνενέργητόν ἐστιν, διὸ οὐκ ἔστιν αἴτιον τὸ μὴ κωλῦον, ἀλλὰ τὸ κωλῦον. ἐν γὰρ τῷ ἐνεργεῖν καὶ δρᾶν τι τὸ αἴτιον νοεῖται. ἔτι τὸ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου (διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ δυνάμενον κωλύειν οὐ πάρεστιν),

98
τὸ δὲ αἴτιον πρὸς τὸ γινόμενον· οὐκ ἂν οὖν εἴη αἴτιον τὸ μὴ κωλῦον.

Τετραχῶς τὸ αἴτιον λέγεται τὸ ποιοῦν ὡς ὁ ἀνδριαντοποιός. καὶ ἡ ὕλη ὡς ὁ χαλκός, καὶ τὸ εἶδος ὡς ὁ χαρακτήρ, καὶ τὸ τέλος ὡς ἡ τιμὴ τοῦ γυμνασιάρχου. τῶν ὧν οὐκ ἄνευ λόγον ὁ χαλκὸς ἐπέχει πρὸς τὸ γενέσθαι τὸν ἀνδριάντα καὶ ὁμοίως ἐστὶν αἴτιον. πᾶν γὰρ οὗ χωρὶς οὐκ ἐνδεχόμενον γενέσθαι τὸ ἀποτέλεσμα, κατὰ ἀνάγκην ἐστὶν αἴτιον, αἴτιον δὲ οὐχ ἁπλῶς. οὐ γάρ ἐστι συνεκτικὸν τὸ οὗ μὴ ἄνευ. συνεργὸν δέ. πᾶν τὸ ἐνεργοῦν παρέχει τὸ ἀποτέλεσμα μετ᾿ ἐπιτηδειότητος τοῦ πάσχοντος· διατίθησι μὲν γὰρ τὸ αἴτιον, πάσχει δὲ ἕκαστον εἰς ὃ πέφυκέν τι. παρεκτικῆς τῆς ἐπιτηδειότητος οὔσης καὶ τῶν ὧν οὐκ ἄνευ λόγον ἐπεχούσης. ἄπρακτον οὖν τὸ αἴτιον ἄνευ τῆς ἐπιτηδειότητος, οὐκ ἔστιν δὲ αἰτία, ἀλλὰ συνεργός, ἐπεὶ πᾶν αἴτιον ἐν τῷ δρᾶν νοεῖται. αὑτὴν δὲ οὐκ ἂν ποιοίη ἡ γῆ. ὥστε οὐδὲ αἰτία ἂν εἴη ἑαυτῆς. καταγέλαστον δὲ τὸ λέγειν μὴ τὸ πῦρ αἴτιον τῆς καύσεως, ἀλλὰ τὰ ξύλα, μηδὲ τὴν μάχαιραν τῆς τομῆς, ἀλλὰ τὴν σάρκα. μηδὲ τοῦ καταπαλαισθῆναι τὸν ἀθλητὴν τὴν ἰσχὺν τοῦ ἀντιπάλου, τὴν ἑαυτοῦ δὲ ἀσθένειαν.

Τὸ συνεκτικὸν αἴτιον οὐ δεῖται χρόνου· τὸ γὰρ καυτήριον ἅμα τῷ κατὰ τῆς σαρκὸς ἐπερεισθῆναι τὴν ἀλγηδόνα παρέχει. τῶν προκαταρκτικῶν τὰ μὲν χρόνου δεῖται, ἄχρις ἂν γένηται τὸ ἀποτέλεσμα, τὰ δὲ οὐ δεῖται, ὡς ἡ πτῶσις τοῦ κατάγματος. μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν, ὡς καὶ τὸ ἐξαίφνης, μηδὲ αὐτὸ χωρὶς χρόνου γενόμενον.

Πᾶν αἴτιον ὡς αἴτιον διπλῇ διανοίᾳ ληπτὸν τυγχάνει. ἐπεὶ τινὸς καὶ πρός τινι νοεῖται, τινὸς μέν, τοῦ ἀποτελέσματος, καθάπερ ἡ μάχαιρα τοῦ τέμνειν, πρός τινι δέ. [καθάπερ] τῷ ἐπιτηδείως ἔχοντι, καθάπερ τὸ πῦρ τῷ ξύλῳ· τὸν ἀδάμαντα γὰρ οὐ καύσει. τὸ αἴτιον τῶν πρός τι· κατὰ γὰρ τὴν πρὸς ἕτερον νοεῖται σχέσιν, ὥστε δυεῖν ἐπιβάλλομεν, ἵνα τὸ αἴτιον ὡς αἴτιον νοήσωμεν.

99

Ὁ αὐτὸς καὶ περὶ τοῦ δημιουργοῦ καὶ ποιητοῦ λόγος καὶ πατρός. οὐκ ἔστιν αὐτό τι ἑαυτοῦ αἴτιον οὐδὲ

932 P
ἑαυτοῦ τις πατήρ, ἐπεὶ τὸ πρῶτον γενήσεται δεύτερον· τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται. οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτῶ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι. οὐδὲ υἱὸς εἶναι καὶ πατήρ. καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπ᾿ αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς. οὐ δύναται δὲ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ προχρονεῖν τῇ ὕλῃ. καθὸ αἴτιόν ἐστιν, ἅμα καὶ ὑστερεῖν καὶ ὑστεροχρονεῖν, καθὸ τῆς αἰτίας ἐστὶν ἔργον. διαφέρει τε τὸ εἶναι τοῦ γίνεσθαι· οὕτως καὶ αἴτιον μὲν τοῦ γινομένου, πατὴρ δὲ υἱοῦ. οὐκ ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ εἶναι ἅμα καὶ γίνεσθαι. οὐθὲν οὖν ἐστιν ἑαυτοῦ αἴτιον.

Ἀλλήλων οὐκ ἔστι τὰ αἴτια, ἀλλήλοις δὲ αἴτια. ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος. ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν· καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι τοῦ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν, καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι, καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν, ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἣ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαχαίρᾳ τοῦ τέμνειν.

Τὸ »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ« καὶ »ψυχὴν ἀντὶ ψυχῆς«.

Ὁ μὲν γὰρ πλήξας τινὰ θανασίμως αἴτιός ἐστιν αὐτῷ τοῦ θανάτου ἢ τοῦ γίνεσθαι τὸν θάνατον, ἀντιπληγεὶς δὲ ὑπ᾿ αὐτοῦ θανασίμως ἔσχεν αὐτὸν ἀνταίτιον, οὐ καθὸ ἐγένετο αὐτῷ αἴτιος, καθ᾿ ἕτερον δέ. αἴτιος μὲν γὰρ αὐτῷ θανάτου ἐγένετο, οὐχ ὁ θάνατος δὲ τούτῳ πάλιν τὴν θανασίμην ἀντεπέθηκεν πληγήν, ἀλλ᾿ αὐτὸς ὁ τρωθείς, ὥστ᾿ ἄλλου μὲν αὐτὸς γέγονεν αἴτιος. ἄλλον δὲ ἔσχεν αἴτιον. καὶ ὁ ἀδικήσας ἄλλῳ μὲν αἴτιος καθίσταται τοῦ ἀδικηθέντος, ὁ δὲ

100
ἀντιτιμω
334 S
ρεῖσθαι κελεύων νόμος οὐκ ἀδικήματος, ἀλλὰ τῷ μὲν ἐκδικίας, τῷ δὲ παιδείας. ὥστε οὐκ ἀλλήλων τὰ αἴτια ὡς αἴτια, ἀλλήλοις δέ ἐστιν αἴτια.

Ἔτι ζητεῖται εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται αἴτια πολλά. οἱ γὰρ ἄνθρωποι οἱ συνελθόντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν· ἀλλ᾿ οὐχ ἕκαστος κατ᾿ ἰδίαν αἴτιος.> ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ μή τι καὶ τὸ συναίτιον αἴτιον. ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατ᾿ ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται. τοῦ γοῦν εὐδαιμονεῖν

933 P
ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι, καὶ τοῦ θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ᾿ εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατ᾿ εἶδος δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ᾿ εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἴτια [κατ᾿ εἶδος], οἷον λιβανωτός. ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.

Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν. ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος. παρὰ μὲν τὴν ποιὰν δύναμιν· ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον. παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων· τὸ μέλι γλυκάζει μὲν

101
τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας, καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει, καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν.

Τῶν οὖν αἰτίων τὰ μέν ἐστι πρόδηλα, τὰ [δὲ] ἐπιλογισμῷ λαμβανόμενα, τὰ δὲ ἄδηλα, τὰ [δὲ] ἀναλογισμῷ. καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, τὰ κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα καιρὸν πρόδηλα γενέσθαι δυνάμενα. καὶ τῶν μὲν φύσει τὰ μέν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται.

Καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. καὶ τὰ μὲν τοῦ κατὰ φύσιν, τὰ δὲ τοῦ παρὰ φύσιν, τὰ δὲ νόσου, καὶ κατὰ τὸ ὑποβεβηκὸς τὰ μὲν παθῶν, τὰ δὲ τοῦ μεγέθους αὐτῶν, τὰ δὲ χρόνων καὶ καιρῶν.

Τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα, συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς

934 P
καλοῦσιν, ἐπειδὴ αὐτάρκως δι᾿ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αὐτοτελὲς αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν. εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται, εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι᾿ αὐτοῦ γινομένου. ἔστιν οὖν συνεργὸν οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα, προδήλῳ μὲν οὖν παρόντος προδήλου, ἀδήλῳ δὲ ἀδήλου. καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν αἰτίων, καθάπερ ὁ συστρατιώτης
102
στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ᾿ αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν. κἂν μὴ συνεκτικὸν αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ᾿ αὐτῷ δυναμένῳ κατ᾿ ἰδίαν ποιῆσαι τὸ ἀποτέλεσμα. αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν εν τῷ τὸ μὲν συναίτιον μεθ᾿ ἑτέρου κατ᾿ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν [ἐν τῷ] κατ᾿ ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ᾿ ἰδίαν ποιοῦντι συνεργεῖν αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι πρὸς τὸ συνεργὸν> τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.