De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Χαιρέας δὲ εἴθιστο μὲν ἐν τριήρει καθεύδειν καὶ νυκτὸς καὶ μεθ’ ἡμέραν πολλὰ πράττων· τότε δὲ Πολυχάρμῳ πάντα ἐπιτρέψας, αὐτὸς οὐδὲ νύκτα περιμείνας εἰσῆλθεν εἰς θάλαμον τὸν βασιλικόν· καθ̓ ἑκάστην γὰρ πόλιν οἶκος ἐξαίρετος ἀποδέδεικται τῷ μεγάλῳ βασιλεῖ.

Κλίνη μὲν ἔκειτο χρυσήλατος, στρωμνὴ δὲ Τυρία πορφυρᾶ, ὕφασμα Βαβυλώνιον. Τίς ἂν φράσειε τὴν νύκτα ἐκείνην πόσων διηγημάτων μεστή, πόσων δὲ δακρύων ὁμοῦ καὶ φιλημάτων; Πρώτη μὲν ἤρξατο Καλλιρρόη διηγεῖσθαι, πῶς ἀνέζησεν ἐν τῷ τάφῳ, πῶς ὑπὸ Θήρωνος ἐξήχθη, πῶς ἔπλευσε, πῶς ἐπράθη.

Μέχρι τούτων Χαιρέας ἀκούων ἔκλαεν· ἐπεὶ δὲ ἧκεν εἰς Μίλητον τῷ λόγῳ, Καλλιρρόη μὲν ἐσιώπησεν αἰδουμένη, Χαιρέας δὲ τῆς ἐμφύτου ζηλοτυπίας ἀνεμνήσθη, παρηγόρησε δὲ αὐτὸν τὸ περὶ τοῦ τέκνου διήγημα. Πρὶν δὲ πάντα ἀκοῦσαι “λέγε μοι” φησὶ “πῶς εἰς Ἄραδον ἦλθες καὶ ποῦ Διονύσιον καταλέλοιπας καὶ τί σοι πέπρακται

πρὸς βασιλέα.” Ἡ δ’ εὐθὺς ἀπώμνυτο μὴ ἑωρακέναι

p.139
Διονύσιον μετὰ τὴν δίκην, βασιλέα δὲ ἐρᾶν μὲν αὐτῆς, μὴ κεκοινωνηκέναι δὲ αὐτῷ μηδὲ μέχρι φιλήματος. “Ἄδικος οὖν” ἔφη Χαιρέας “ἐγὼ καὶ ὀξὺς εἰς ὀργήν, τηλικαῦτα δεινὰ διατεθεικὼς βασιλέα μηδὲν ἀδικοῦντά σε· σοῦ γὰρ ἀπαλλαγεὶς εἰς ἀνάγκην κατέστην αὐτομολίας.

Ἀλλ’ οὐ κατῄσχυνά σε· πεπλήρωκα γῆν καὶ θάλασσαν τροπαίων.” Καὶ πάντα ἀκριβῶς διηγήσατο, ἐναβρυνόμενος τοῖς κατορθώμασιν. Ἐπεὶ δὲ ἅλις ἦν δακρύων καὶ διηγημάτων, περιπλακέντες ἀλλήλοις ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.

Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται.

Καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. Ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας “κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει.” Εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος,

ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ, τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω παρέσται· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντός, ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ Στατείρας τῆς γυναικός.”

Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρρόη δὲ αὐτοῦ λαβομένη “ποῖ σπεύδεισ” εἶπε “πρὶν βουλεύσασθαι

p.140
περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι πεισόμεθα τῶν πρότερον βαρύτερα.”

Ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. Κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρεσ” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. Συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.”

Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. Λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ κατελέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ ἄχρηστον.

Ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ βοῆς καὶ ταραχῆς ὁ λιμὴν ἐπεπλήρωτο καὶ ἄλλος ἄλλο τι ἔπραττε. Παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα λεληθὸς τοῖς τριηράρχοις δέδωκεν ἐπὶ Κύπρου πλεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον οὖσαν αὐτὴν προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν Ἀφροδίτης.