De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. Ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον.

Θεασαμένη δὲ Καλλιρρόη τὴν Ἀφροδίτην, στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ ἔκλαεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα· μόλις δὲ ὑπεφθέγξατο “ἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα ἐμός.

Ἀρκεῖ

p.131
δέσποινα. Μέχρι πότε με πολεμεῖς; εἰ καὶ ὅλως σοι προσέκρουσα, τετιμώρησαί με· εἰ καὶ νεμεσητὸν ἔδοξέ μοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν αἴτιον. Ὃ μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, ἤδη καὶ πολέμου πεπείραμαι.

Πρὸς τὴν σύγκρισιν τῶν παρόντων ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. Ἐγγὺς ἐκεῖ Χαιρέας ἦν. Νῦν δὲ πάντως τέθνηκεν· ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν. Ἀλλ’ οὐκ ἔχω παρὰ τίνος πύθωμαι τί γέγονε.

Πάντες ἀλλότριοι, πάντες βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων χείρονες οἱ φιλοῦντες. Σύ μοι, δέσποινα, δήλωσον εἰ Χαιρέας ζῇ.” Ταῦτα λέγουσα ἔτι ἀπῄει· ἐπιστᾶσα δὲ Ῥοδογύνη, Ζωπύρου μὲν θυγάτηρ, γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν ἀρίστων αὕτη δὲ ἦν ἡ Καλλιρρόῃ ἀπαντήσασα πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει.

Ὁ δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλέσας Χαιρέαν εἶπε “τὰ μὲν πρῶτά σου τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον· σὺ γάρ μοι Τύρον ἔδωκας· περὶ δὲ τῶν ἑξῆς παρακαλῶ, μὴ ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν σε ποιήσομαι.

Ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. Φέρ’ οὖν σκεψώμεθα τί ποιητέον· ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις ὁ πόλεμος ἀκμάζει. Σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως.

Οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν· ὑμεῖς γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε. Σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς. ὑπὸ Ἀθηναίων νενικημένους. Ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν Σικελικῶν· μίμησαι

p.132
τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.” Χαιρέας δὲ ἀπεκρίνατο “πᾶς ἐμοὶ κίνδυνος ἡδύς· ὑπὲρ σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν μοι βασιλέα.

Δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς.” “Ἔχε” φησὶ “καὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς.” Καὶ εὐθὺς ἔργον ἐγένετο ὁ λόγος· κατήπειγε γὰρ ἡ χρεία. Καὶ ὁ μὲν Αἰγύπτιος ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις,

ὁ δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη. Τοῦτο ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ’ αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος. Ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος.

Τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον καὶ κάλλιστον εἶχον ἡγούμενον. Ὀλίγον τε ἐπένθουν ἢ οὐδέν, ἀλλὰ ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται καὶ ναῦται καὶ στρατιῶται πάντες ὁμοίως, τίς προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος.

Τῆς δὲ αὐτῆς ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἡ μάχη συνήφθη. Χρόνον μὲν οὖν πολὺν ἀντέσχεν ἡ πεζὴ στρατιὰ τῶν Αἰγυπτίων Μήδοις τε καὶ Πέρσαις, εἶτα πλήθει βιασθέντες ἐνέδωκαν. Καὶ βασιλεὺς δὲ ἔφιππος διώκων Σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου καταφυγεῖν εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν· τάχα δ’ ἂν καὶ διέφυγεν, εἰ μὴ Διονύσιος ἔργον θαυμαστὸν ἐπεδείξατο.

καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ’ αὑτόν· τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ

p.133
συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον βασιλέα “μὴ λυποῦ” φησίν, “ὦ δέσποτα· κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον· διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς ἐπιλέκτους.” Ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν·

ὁ δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέκτεινεν. Ὁ δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα.

Θεασάμενος δὲ ἐκεῖνος “ἀναγράψω σε” εἶπεν “εὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην γυναῖκα. Κέκρικε τὴν δίκην ὁ πόλεμος. Ἔχεις τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας.” Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρρόης ἀνήρ ἐστι.