De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Καὶ ὄχλος ἄτακτος ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι τὸ συμβεβηκός. Τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν.

Οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δ’ ἀλλήλοις ἐν στενοχωρίᾳ πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν. Οὔκουν οὐδὲ τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων ἐν αὐταῖς τῶν νεκρῶν.

Ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε Χαιρέας· βιασάμενος γὰρ τοὺς ἀπαντῶντας

p.130
καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ τείχη δέκατος αὐτὸς καὶ ἄνωθεν ἐσήμαινε καλῶν τοὺς Αἰγυπτίους, οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ Τύρος ἑαλώκει.

Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε ἐστεφανώσατο. “Τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν σύ, Καλλιρρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι μετ’ ἐκείνην τὴν γαμήλιον νύκτα. Εἴτε γὰρ τέθνηκας, ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτάζειν δύναμαι δίχα σοῦ, κατακειμένης ἂν ἐν τοιούτοις;”

Βασιλεὺς δὲ ὁ Περσῶν διαβὰς τὸν Εὐφράτην ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. Πυθόμενος γὰρ Τύρον ἑαλωκέναι περὶ Σίδωνος ἐφοβεῖτο καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον ἀντίπαλον ἤδη.

Διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης τῆς θεραπείας ὁδεύειν, ἀλλ’ εὐζωνότερον, ἵνα μηδὲν ἐμπόδιον ᾖ τῷ τάχει. Παραλαβὼν δὲ τῆς στρατιᾶς τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν.

Ἐπεὶ δὲ πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις Εὐφράτου τὰς πόλεις κατειλήφει ὁ πόλεμος, ἔδοξεν ἀσφαλέστερον εἶναι, τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.

Νῆσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. Ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον.

Θεασαμένη δὲ Καλλιρρόη τὴν Ἀφροδίτην, στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ ἔκλαεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα· μόλις δὲ ὑπεφθέγξατο “ἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα ἐμός.

Ἀρκεῖ

p.131
δέσποινα. Μέχρι πότε με πολεμεῖς; εἰ καὶ ὅλως σοι προσέκρουσα, τετιμώρησαί με· εἰ καὶ νεμεσητὸν ἔδοξέ μοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν αἴτιον. Ὃ μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, ἤδη καὶ πολέμου πεπείραμαι.

Πρὸς τὴν σύγκρισιν τῶν παρόντων ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. Ἐγγὺς ἐκεῖ Χαιρέας ἦν. Νῦν δὲ πάντως τέθνηκεν· ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν. Ἀλλ’ οὐκ ἔχω παρὰ τίνος πύθωμαι τί γέγονε.

Πάντες ἀλλότριοι, πάντες βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων χείρονες οἱ φιλοῦντες. Σύ μοι, δέσποινα, δήλωσον εἰ Χαιρέας ζῇ.” Ταῦτα λέγουσα ἔτι ἀπῄει· ἐπιστᾶσα δὲ Ῥοδογύνη, Ζωπύρου μὲν θυγάτηρ, γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν ἀρίστων αὕτη δὲ ἦν ἡ Καλλιρρόῃ ἀπαντήσασα πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει.

Ὁ δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλέσας Χαιρέαν εἶπε “τὰ μὲν πρῶτά σου τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον· σὺ γάρ μοι Τύρον ἔδωκας· περὶ δὲ τῶν ἑξῆς παρακαλῶ, μὴ ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν σε ποιήσομαι.

Ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. Φέρ’ οὖν σκεψώμεθα τί ποιητέον· ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις ὁ πόλεμος ἀκμάζει. Σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρατηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως.

Οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν· ὑμεῖς γὰρ οἱ Συρακούσιοι καὶ Ἀθηναίους κατεναυμαχήσατε. Σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς. ὑπὸ Ἀθηναίων νενικημένους. Ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν Σικελικῶν· μίμησαι

p.132
τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.” Χαιρέας δὲ ἀπεκρίνατο “πᾶς ἐμοὶ κίνδυνος ἡδύς· ὑπὲρ σοῦ δὲ ἀναδέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστόν μοι βασιλέα.

Δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς.” “Ἔχε” φησὶ “καὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς.” Καὶ εὐθὺς ἔργον ἐγένετο ὁ λόγος· κατήπειγε γὰρ ἡ χρεία. Καὶ ὁ μὲν Αἰγύπτιος ἔχων τὴν πεζὴν στρατιὰν ἀπήντα τοῖς πολεμίοις,

ὁ δὲ Χαιρέας ναύαρχος ἀπεδείχθη. Τοῦτο ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ’ αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος. Ἔδοξεν οὖν ὥσπερ ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος.