De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἐπήγειρε δὲ μᾶλλον αὐτὸν καὶ διαπρεπέστερον ἐποίησεν ἡ πρὸς βασιλἕ??ʼφιλονεικία καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος, ἀλλ’ ἄξιος τιμῆς. Εὐθὺς οὖν ἔργον ἐπεδείξατο μέγα. Τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα προυκεχωρήκει ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας ἐξ ἐπιδρομῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη πλὴν Τύρου.

Τύριοι δὲ φύσει γένος εἰσὶ μαχιμώτατον καὶ κλέος ἐπ’ ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν παρ’ αὐτοῖς καὶ ᾧ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν πόλιν. Θαρροῦσι δὲ καὶ τῇ ὀχυρότητι τῆς οἰκήσεως.

Ἡ μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον

p.126
εἶναι· ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβάθραν.

Πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον· τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάττης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.

Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. Ἐπὶ τούτῳ δυσχεραίνων ὁ Αἰγύπτιος συνήγαγε βουλήν. Τότε πρῶνον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε “Ἄνδρες σύμμαχοι,

δούλους γὰρ οὐκ ἂν εἴποιμι τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα καὶ Τύρος ἡ παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς· ἐπείγεται δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. Τί οὖν χρὴ πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι, καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν ἡμῖν πᾶσαν ἀποκλείει. Δοκεῖ δέ μοι τὴν ταχίστην ἐντεῦθεν ἀπιέναι, πρὶν ἢ τὴν Περσῶν δύναμιν τοῖς Τυρίοις προσγενέσθαι.

Κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν ἐν τῇ πολεμίᾳ. Τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους ἐπιόντας δεδοίκαμεν· ψάμμος τε γὰρ ἀδιόδευτος καὶ εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυπτίους φιλῶν.” Ταῦτα εἰπόντος λίαν εὐλαβῶς σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια· μόνος δὲ Χαιρέας ἐτόλμησεν εἰπεῖν “Ὦ βασιλεῦ,

σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ ὁ Πέρσης, ὁ κάκιστος ἀνθρώπων· λελύπηκάς με σκεπτόμενος περὶ φυγῆς ἐν ἐπινικίοις· νικῶμεν γάρ, ἂν θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ

p.127
Βαβυλῶνα. Πολλὰ δὲ ἐν πολέμῳ τὰ ἐμπόδια γίνεται, πρὸς ἃ δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλ’ ἐγχειρεῖν προβαλλομένους ἀεὶ τὴν ἀγαθὴν ἐλπίδα.