De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν ἐξήλαυνε Βαβυλῶνος βασιλεύς, κοινῷ παραγγέλματι πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον εἶχον ἡλικίαν. Ἐν δὲ τούτοις ἐξῆλθε καὶ Διονύσιος· Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν ἐξῆν.

Κοσμησάμενος δὲ ὅπλοις καλλίστοις καὶ ποιήσας στῖφος οὐκ εὐκαταφρόνητον ἐκ τῶν μεθ’ ἑαυτοῦ, ἐν τοῖς πρώτοις καὶ φανερωτάτοις κατέταξεν ἑαυτὸν καὶ δῆλος ἦν πράξων τι γενναῖον, οἷα δὴ καὶ φύσει φιλότιμος ἀνὴρ καὶ οὐ πάρεργον τὴν ἀρετὴν τιθέμενος,

ἀλλὰ τῶν καλλίστων ἀξιῶν. Τότε δὲ καὶ ἐλπίδος εἶχέ τι κούφης, ὅτι ἂν χρήσιμος ὢν ἐν τῷ πολέμῳ

p.121
φανῇ, λήψεται παρὰ βασιλέως καὶ δίχα κρίσεως ἆθλον τῆς ἀριστείας τὴν γυναῖκα.

Καλλιρρόην δὲ ἡ μὲν βασιλὶς οὐκ ἤθελεν ἐπάγεσθαι· διὰ τοῦτο οὐδὲ ἐμνημόνευσεν αὐτῆς πρὸς βασιλέα, οὐδὲ ἐπύθετο τί κελεύει γενέσθαι περὶ τῆς ξένης· ἀλλὰ καὶ Ἀρταξάτης κατεσιώπησεν, ὡς δῆτα μὴ θαρρῶν ἐν κινδύνῳ τοῦ δεσπότου καθεστηκότος παιδιᾶς ἐρωτικῆς μνημονεύειν, τὸ δὲ ἀληθὲς ἄσμενος ἀπηλλαγμένος καθάπερ ἀγρίου θηρίου· ἐδόκει δὲ μονονουχὶ χάριν ἔχειν τῷ πολέμῳ διακόψαντι τὴν βασιλέως ἐπιθυμίαν ὑπὸ ἀργίας τρεφομένην.

Οὐ μὴν Καλλιρρόης ἐπ̔??ʼλέληστο βασιλεύς, ἀλλὰ ἐν ἐκείνῳ τῷ ἀδιηγήτῳ ταράχῳ μνήμη τις αὐτὸν εἰσῆλθε τοῦ κάλλους· ᾐδεῖτο δὲ εἰπεῖν τὸ περὶ αὐτῆς, μὴ δόξῃ παιδαριώδης εἶναι παντάπασιν, ἐν πολέμῳ τηλικούτῳ γυναικὸς εὐμόρφου μνημονεύων. Βιαζομένης δὲ τῆς ὁρμῆς πρὸς μὲν Στάτειραν αὐτὴν οὐδὲν εἶπεν, ἀλλ̓ οὐδὲ πρὸς τὸν εὐνοῦχον, ἐπειδὴ αὐτῷ συνῄδει τὸν ἔρωτα, ἐπενόησε δέ τι τοιοῦτον.

Ἔθος ἐστὶν αὐτῷ τε βασιλεῖ καὶ Περσῶν τοῖς ἀρίστοις, ὅταν εἰς πόλεμον ἐξίωσιν, ἐπάγεσθαι καὶ γυναῖκας καὶ τέκνα καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εὐνούχους καὶ παλλακίδας καὶ κύνας καὶ τραπέζας καὶ πλοῦτον πολυτελῆ καὶ τρυφήν.

Τὸν οὖν ἐπὶ τούτων διάκονον καλέσας ὁ βασιλεύς, πολλὰ πρῶτον εἰπὼν καὶ τἆλλα διατάξας ὡς ἕκαστον ἔδει γενέσθαι, τελευταίας ἐμνημόνευσε Καλλιρρόης ἀξιοπίστῳ τῷ προσώπῳ, ὡς οὐδὲν αὐτῷ μέλον. “Κἀκεῖνο” φησὶ “τὸ γύναιον τὸ ξένον, περὶ οὗ τὴν κρίσιν ἀνεδεξάμην, σὺν ταῖς ἄλλαις

γυναιξὶν ἀκολουθείτω.” Κἁ??ʼ Καλλιρρόη μὲν οὕτως ἐξῆλθε Βαβυλῶνος οὐκ ἀηδῶς, ἤλπιζε γὰρ καὶ Χαιρέαν ἐξελεύσεσθαι· πολλὰ μὲν οὖν φέρειν καὶ

p.122
πόλεμον ἄδηλα καὶ μεταβολὰς τοῖς δυστυχοῦσι βελτίονας, τάχα δὲ καὶ τὴν δίκην ἕξειν τέλος ἐκεῖ ταχείας εἰρήνης γενομένης.