De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ὦ κάλλος ἐπίβουλον, σύ μοι πάντων κακῶν αἴτιον. Διὰ σὲ ἀνῃρέθην, διὰ σὲ ἐπράθην, διὰ σὲ ἔγημα μετὰ· Χαιρέαν, διὰ σὲ εἰς Βαβυλῶνα ἤχθην, διὰ σὲ παρέστην δικαστηρίῳ. Πόσοις με παρέδωκας; λῃσταῖς, θαλάττῃ, τάφῳ, δουλείᾳ, κρίσει. Πάντων

p.116
δέ μοι βαρύτατος ὁ ἔρως ὁ βασιλέως.

Καὶ οὔπω λέγω τὴν βασιλέως ὀργήν· φοβερωτέραν ἡγοῦμαι τὴν τῆς βασιλίδος ζηλοτυπίαν, ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ Ἕλλην. Τί ποιήσει γυνὴ καὶ δέσποινα βάρβαρος; ἄγε δή; Καλλιρρόη, βούλευσαί τι γενναῖον, Ἑρμοκράτους ἄξιον· ἀπόσφαξον σεαυτήν. Ἀλλὰ μήπω· μέχρι γὰρ νῦν ὁμιλία πρώτη καὶ παρ’ εὐνούχου· ἂν δὲ βιαιότερόν τι γένηται, τότε ἐστί σοι καιρὸς ἐπιδεῖξαι Χαιρέᾳ παρόντι τὴν πίστιν.”

Ὁ δ’ εὐνοῦχος ἐλθὼν πρὸς βασιλέα τὴν μὲν ἀλήθειαν ἀπέκρυπτε τῶν γεγονότων, ἀσχολίαν δὲ ἐσκήπτετο καὶ τήρησιν ἀκριβῆ τῆς βασιλίδος, ὥστε μηδὲ δύνασθαι τῇ Καλλιρρόῃ προσελθεῖν· “σὺ δὲ ἐκέλευσάς μοι, δέσποτα, προνοεῖσθαι τοῦ λαθεῖν.

Ὀρθῶς δὲ προσέταξας· ἀνείληφας γὰρ τὸ σεμνότατον πρόσωπον τοῦ δικαστοῦ καὶ θέλεις παρὰ Πέρσαις εὐδοκιμεῖν. Διὰ τοῦτό σε πάντες ὑμνοῦσιν. Ἕλληνες δέ εἰσι μικραίτιοι καὶ λάλοι. Περιβόητον αὐτοὶ ποιήσουσι τὴν πρᾶξιν, Καλλιρρόη μὲν ὑπ’ ἀλαζονείας ὅτι αὐτῆς βασιλεὺς ἐρᾷ, Διονύσιος δὲ καὶ Χαιρέας ὑπὸ ζηλοτυπίας.

Οὐκ ἔστι δὲ ἄξιον οὐδὲ τὴν βασιλίδα λυπῆσαι, ἣν εὐμορφοτέραν ἐποίησεν ἡ δίκη δόξαι.” Ταύτην δὲ παρέμισγε τὴν παλινῳδίαν, εἴ πως ἀποστρέψαι δύναιτο βας1ʽ??ʼέα τοῦ ἔρωτος, καὶ ἑαυτὸν ἐλευθερῶσαι διακονίας δυσχεροῦς.

Παραυτίκα μὲν οὖν ἔπεισε, πάλιν δὲ νυκτὸς γενομένης ἀνεκάετο καὶ ὁ ἔρως αὐτὸν ἀνεμίμνησκεν οἵους μὲν ὀφθαλμοὺς ἔχει Καλλιρρόη, πῶς δὲ καλὸν τὸ πρόσωπον. Τὰς τρίχας ἐπῄνει, τὸ βάδισμα, τὴν φωνήν· οἵα μὲν εἰσῆλθεν εἰς τὸ δικαστήριον, οἵα δὲ ἔστη, πῶς ἐλάλησε, πῶς ἐσίγησε, πῶς ἥδετο, πῶς ἔκλαυσε.

Διαγρυπνήσας δὲ τὸ πλεῖστον μέρος καὶ τοσοῦτον

p.117
καταδραθών, ὅσον καὶ ἐν τοῖς ὕπνοις Καλλιρρόην ἰδεῖν, ἕωθεν καλέσας τὸν εὐνοῦχον “ἄπιθι” φησὶ “καὶ παραφύλαττε δι’ ὅλης τῆς ἡμέρας· πάντως γὰρ καιρὸν εὑρήσεις κἂν βραχύτατον ὁμιλίας λανθανούσης. Εἰ γὰρ ἤθελον φανερῶς καὶ βίᾳ περιγενέσθαι τῆς ἐπιθυμίας,

εἶχον δορυφόρους.” Προσκυνήσας ὁ εὐνοῦχος ὑπέσχετο· οὐδενὶ γὰρ ἔξεστιν ἀντειπεῖν βασιλέως κελεύοντος. Εἰδὼς δὲ ὅτι Καλλιρρόη καιρὸν οὐ δώσει, διακρούσεται δὲ τὴν ὁμιλίαν ἐξεπίτηδες συνοῦσα τῇ βασιλίδι, τοῦτο θεραπεῦσαι θέλων ἔτρεψε τὴν αἰτίαν οὐκ εἰς τὴν φυλαττομένην ἀλλ’ εἰς τὴν φυλάττουσαν.

“Κἄν σοι δοκῇ” φησίν, “ὦ δέσποτα, μετάπεμψαι Στάτειραν, ὡς ἰδιολογήσασθαί τι βουλόμενος πρὸς αὐτήν· ἐμοὶ γὰρ ἡ ἐκείνης ἀπουσία Καλλιρρόης ἐξουσίαν δώσει.” “Ποίησον οὕτωσ” εἶπε βασιλεύς.

Ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα “καλεῖ σε” φησίν, “ὦ δέσποινα, ὁ ἀνήρ.” Ἀκούσασα ἡ Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς ἀπῄει πῥ??ʼς αὐτόν. Ὁ δὲ εὐνοῦχος ἰδὼν τὴν Καλλιρρόην μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν, ὡς δή τις φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ πλήθους τῶν θεραπαινίδων.

Ἡ δὲ ἠπίστατο μὲν καὶ εὐθὺς ὠχρά τε ἦν καὶ ἄφωνος, ἠκολούθει δ’ ὅμως. Ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν “ἑώρακας τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα προσεκύνησε καὶ τρέχουσα ἄπεισι· σὺ δέ, ἡ δούλη, τὴν εὐτυχίαν οὐ φέρεις, οὐδ’ ἀγαπᾷς ὅτι σε παρακαλεῖ κελεῦσαι δυνάμενος.