De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. Ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. Πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν ἐν

αὐτοῖς βασιλεύς. Καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια· πορφύραν δὲ ἠμφίεστο Τυρίαν ʽτὸ δὲ ὕφασμα Βαβυλώνιον̓ καὶ τιάραν ὑακινθινοβαφῆ· χρύσεον δὲ ἀκινάκην ὑπεζωσμένος δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν ἔργον πολυτελέστατον.

Καθῆστο δὲ σοβαρός· ἔστι γὰρ ἴδιον ἔρωτος τὸ φιλόκοσμον· ἤθελε δὲ μέσος ὑπὸ Καλλιρρόης ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. Ταχέως δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν ὑλασσόντων, ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων.

Ἡ σπουδὴ καὶ ὁ θόρυβος ἐκεῖνος καὶ αὐτὸν ἐξέστησεν ἄν τὸν Ἔρωτα· τέρψις γὰρ ἦν μετ’ ἀγωνίας καὶ χαρὰ μετὰ φόβου καὶ κίνδυνος ἡδύς. Ἀλλὰ βασιλεὺς οὔτε

p.112
ἵππον ἔβλεπε, τοσούτων αὐτῷ παραθεόντων, οὔτε θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε, τοσούτων ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων βοώντων.

Ἔβλεπε δὲ Καλλιρρόην μόνην τὴν μὴ παροῦσαν, καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. Συνεξῆλθε γὰρ ἐπὶ τὴν θήραν ὁ Ἔρως αὐτῷ, καί, ἅτε δὴ φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον, ὡς ᾤετο, καλῶς, εἰς τοὐναντίον τὴν τέχνην περιέτρεψεν αὐτῷ καὶ δι’ αὐτῆς τῆς θεραπείας ἐξέκαυσε τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων “οἷον ἦν ἐνθάδε Καλλιρρόην ἰδεῖν, κνήμας ἀνεζωσμένην καὶ βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος,

στῆθος ἄσθματος πλῆρες. Ἀληθῶς οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.” Ταῦτ’ ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκάετο σφόδρα.

Ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέσποτα, τῶν γεγονότων· Καλλιρρόη γὰρ ἄνδρα οὐκ ἔχει, μένει δὲ τὴν κρίσιν, τίνι ὀφείλει γαμηθῆναι. Μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· καὶ μήτε τοὺς νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον,

εἶτα τὸν ἀδικοῦντα μοιχόν.” Ἤρεσεν ὁ λόγος βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος καὶ φύλαξ ἀγαθὸς ἐμοί. Ἄπιθι δὲ καὶ Καλλιρρόην

p.113
ἄγε. Δύο δέ σοι προστάσσω, μὴ ἄκουσαν, μήτε φανερῶς· θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.”

Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς τὰ βασίλεια χαίρων ὡς τὸ κάλλιστον θήραμα θηράσας.

Καὶ Ἀρταξάτης δὲ ἔχαιρε νομίζων πρὸς ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων ἀμφοτέρων αὐτῷ, Καλλιρρόης δὲ μᾶλλον· ἐπίστευε γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος, ὡς βάρβαρος. Οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς καὶ μάλιστα τὸ Καλλιρρόης τῆς σώφρονος καὶ φιλάνδρου.