De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Παράγγειλον οὖν τριάκοντα ἡμερῶν ἱερομηνίαν ἑορτάζειν πᾶσαν τὴν Ἀσίαν ἀφεμένην δικῶν τε καὶ πραγμάτων.” Ὁ δὲ εὐνοῦχος τὸ προσταχθὲν ἀπήγγειλε, πάντα δὲ εὐθὺς μεστὰ θυόντων ἐστεφανωμένων.

Αὐλὸς ἤχει καὶ σύριγξ ἐκελάδει καὶ ᾅδοντος ἠκούετο μέλος· ἐθυμιᾶτο τὰ πρόθυρα, καὶ πᾶς στενωπὸς συμπόσιον ἦν, κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ, βασιλεὺς δὲ μεγαλοπρεπεῖς θυσίας παρέστησε τοῖς βωμοῖς. Τότε πρῶτον καὶ Ἔρωτι ἔθυσε καὶ πολλὰ

p.108
παρεκάλεσεν Ἀφροδίτην, ἵνα αὐτῷ βοηθῇ πρὸς τὸν υἱόν.

Πάντων δὲ ἐν θυμηδίαις ὄντων μόνοι τρεῖς ἐλυποῦντο, Καλλιρρόη, Διονύσιος καὶ πρὸ τούτων Χαιρέας. Καλλιρρόη δὲ οὐκ ἐδύνατο λυπεῖσθαι φανερῶς ἐν τοῖς βασιλείοις, ἀλλ’ ἡσυχῆ καὶ λανθάνουσα ὑπέστενε καὶ τῇ ἑορτῇ κατηρᾶτο. Διονύσιος δ’ ἑαυτῷ, διότι Μίλητον κατέλιπε. “Φέρε” φησίν, “ὦ τλῆμον, τὴν ἑκούσιον συμφοράν· ἑαυτῷ γὰρ αἴτιος τούτων.

Ἐξῆν σοι Καλλιρρόην ἔχειν καὶ Χαιρέου ζῶντος. Σὺ ἦς ἐν Μιλήτῳ κύριος, καὶ οὐδὲ ἡ ἐπιστολὴ Καλλιρρόῃ τότε σοῦ μὴ θέλοντος ἐδόθη. Τίς ἂν εἶδε; τίς ἂν προσῆλθε; φέρων δὲ σεαυτὸν εἰς μέσους ἔρριψας τοὺς πολεμίους.

Καὶ εἴθε σεαυτὸν μόνον· νῦν δὲ καὶ τὸ τῆς ψυχῆς σου τιμιώτερον κτῆμα. Διὰ τοῦτο πανταχόθεν σοι πόλεμος κεκίνηται. Τί δικάζῃ, ἀνόητε; Χαιρέαν ἀντίδικον ἔχεις· κατεσκεύασας σεαυτῷ δεσπότην ἀντεραστήν. Νῦν βασιλεὺς καὶ ὀνείρατα βλέπει, καὶ ἀπαιτοῦσιν αὐτὸν θυσίας οἷς καθ’ ἡμέραν θύει.

Ὢ τῆς ἀναισχυντίας. Παρέλκει τις τὴν κρίσιν, ἔνδον ἔχων ἀλλοτρίαν γυναῖκα, καὶ ὁ τοιοῦτος εἶναι λέγει δικαστής.” Τοιαῦτα μὲν ὠδύρετο Διονύσιος, Χαιρέας δὲ οὐχ ἥπτετο τροφῆς, οὐδὲ ὅλως ἤθελε ζῆν. Πολυχάρμου δὲ τοῦ φίλου κωλύοντος αὐτὸν ἀποκαρτερεῖν “σύ μοι πάντων” εἷπε “πολεμιώτατος ὑπάρχεις φίλου σχήματι· βασανιζόμενον γάρ με κατέχεις καὶ ἡδέως κολαζόμενον ὁρᾷς.

Εἰ δὲ φίλος ἦς, οὐκ ἂν ἐφθόνεις μοι τῆς ἐλευθερίας ὑπὸ δαίμονος κακοῦ τυραννουμένῳ. Πόσους μου καιροὺς εὐτυχίας ἀπολώλεκας; μακάριος ἦν, εἰ ἐν Συρακούσαις θαπτομένῃ Καλλιρρόῃ συνετάφην· ἀλλὰ καὶ τότε σύ με βουλόμενον ἀποθανεῖν ἐκώλυσας καὶ

p.109
ἀφείλου καλῆς συνοδίας· τάχα γὰρ οὐκ ἂν ἐξῆλθε τοῦ τάφου καταλιποῦσα τὸν νεκρόν.

Εἰ δ’ οὖν ἐκείμην ταύτην μετὰ ταῦτα κερδήσας, τὴν πρᾶσιν, τὸ λῃστήριον, τὰ δεσμά, τὸν τοῦ σταυροῦ χαλεπώτερον βασιλέα. Ὤ θανάτου καλοῦ, μεθ’ ὃν ἤκουσα τὸν δεύτερον Καλλιρρόης γάμον. Οἷον πάλιν καιρὸν ἀπώλεσάς μου τῆς ἀποκαρτερήσεως, τὸν μετὰ τὴν δίκην.

Ἰδὼν Καλλιρρόην οὐ προσῆλθον, οὐ κατεφίλησα. Ὤ καινοῦ καὶ ἀπίστου πράγματος· κρίνεται Χαιρέας εἰ Καλλιρρόης ἀνήρ ἐστιν. Ἀλλ’ οὐδὲ τὴν ὁποιανδήποτε κρίσιν ὁ βάσκανος δαίμων ἐπιτρέπει τελεσθῆναι. Καὶ ὄναρ καὶ ὕπαρ οἱ θεοί με μισοῦσι.” Ταῦτα λέγων ὥρμησεν ἐπὶ ξίφος, κατέσχε δὲ τὴν χεῖρα Πολύχαρμος καὶ μονονουχὶ δήσας παρεφύλαττεν αὐτόν.

Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ κιστ̔??ʼτατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον· ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν καὶ βουλόμενον εἰπεῖν “τί κρύπτεισ” ἔφη “δέσποτα, δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν ---” εἶπε βασιλεὺς “καὶ μεγίστην, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, ἀλλ’ ὑπὸ θεοῦ.

Τίς γάρ ἐστιν Ἔρως πρότερον ἤκουον ἐν μύθοις τε καὶ ποιήμασιν, ὅτι κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός· ἠπίστουν δὲ ὅμως ὅτι δύναταί τις παρ’ ἐμοὶ ἐμοῦ γενέσθαι δυνατώτερος. Ἀλλὰ πάρεστιν ὁ θεός· ἐνδεδήμηκεν εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ σφοδρός· ἐρῶ ...δεινὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.”

Ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι μηδὲν δύνασθαι προσθεῖναι τοῖς λόγοις· ἀποσιωπήσαντος δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν ἐτρώθη· οὐδὲ γὰρ πρότερον ἀνύποπτος ἦν, ἀλλ̓

p.110
ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐδὲ ἀμφίβολον ἦν οὐδὲ ἄδηλον ὅτι Καλλιρρόης παρούσης οὐκ ἂν ἄλλου τινὸς ἠράσθη·

προσεποιεῖτο δ᾽ ὅμως ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει; χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ μὲν μυρίαι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. Ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις.

Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ’ ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα. Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.

Ἐλεγχθῆναι γὰρ οὐ βούλεται πόλιν εἰποῦσα μίαν τῶν ὑφ’ ἡμᾶς, ἀλλ̓ ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ αὑτῆς μῦθον ἐκπέμπει. Προφάσει δὲ δίκης ἦλθεν ἐπ̓ ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. Θαυμάζω δέ σε πῶς ἐτόλμησας Στάτειραν λέγειν καλλίστην ἁπασῶν, Καλλιρρόην βλέπων.

Σκεπτέον οὖν πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. Ζήτει πανταχόθεν εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον.” “Εὕρηται” φησὶ “φάρμακον, βασιλεῦ. Καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις τοῦτο, ὅπερ ζητεῖς. Φάρμακον γὰρ ἕτερον Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ὁ ἐρώμενος· τοῦτο δὲ ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι ὁ τρώσας αὐτὸς ἰάσεται.” Κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ “μὴ σύ γε” ἔφη “τοιοῦτο μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω.