De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Πάνυ γοῦν ἐμοὶ μέλει Χαιρέου καὶ Διονυσίου, δούλων

p.107
ἐμῶν ἀδόξων, ἵνα βραβεύω τοὺς ἐκείνων γάμους καὶ ὁ μέγας βασιλεὺς ἔργον διαπράττωμαι προμνηστρίας γραΐδος. Ἀλλὰ ἔφθην ἀναδέξασθαι τὴν κρίσιν καὶ πάντες τοῦτ’ ἴσασι.

Μάλιστα δὲ Στάτειραν αἰδοῦμαι. Μήτε οὖν δημοσίευε τὸν ἔρωτα μήτε τὴν δίκην ἀπάρτιζε. Ἀρκεῖ σοι Καλλιρρόην κἂν βλέπειν· ὑπέρθου τὴν κρίσιν· τοῦτο γὰρ ἔξεστι καὶ ἰδιώτῃ δικαστῇ.”

Ἡμέρας οὖν φανείσης οἱ μὲν ὑπηρέται τὸ βασιλικὸν ἡτοίμαζον δικαστήριον· τὸ δὲ πλῆθος συνέτρεχεν ἐπὶ τὰ βασίλεια, καὶ ἐδονεῖτο πᾶσα Βαβυλών. Ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς, οὕτω δὴ κἀκείνους. Τὸ μὲν δοκιμώτατον Περσῶν πλῆθος παρέπεμπε Διονύσιον, ὁ δὲ δῆμος Χαιρέαν.

Συνευχαὶ δὲ καὶ ἐπιβοήσεις μυρίαι τῶν σπευδόντων ἑκατέροις, ἐπευφημούντων “σὺ κρείττων, σὺ νικᾷς.” Ἦν δὲ τὸ ἆθλον οὐ κότινος, οὐ μῆλα, οὐ πίτυς, ἀλλὰ κάλλος τὸ πρῶτον, ὑπὲρ οὗ δικαίως ἂν ἤρισαν καὶ θεοί. Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον Ἆρταξάτην, ὃς ἦν αὐτῷ μέγιστος, “ὄναρ μοὶ” φησὶν “ἐπιστάντες βασίλειοι θεοὶ θυσίαν ἀπαιτοῦσι καὶ δεῖ με πρῶτον ἐκτελέσαι τὰ τῆς εὐσεβείας.

Παράγγειλον οὖν τριάκοντα ἡμερῶν ἱερομηνίαν ἑορτάζειν πᾶσαν τὴν Ἀσίαν ἀφεμένην δικῶν τε καὶ πραγμάτων.” Ὁ δὲ εὐνοῦχος τὸ προσταχθὲν ἀπήγγειλε, πάντα δὲ εὐθὺς μεστὰ θυόντων ἐστεφανωμένων.

Αὐλὸς ἤχει καὶ σύριγξ ἐκελάδει καὶ ᾅδοντος ἠκούετο μέλος· ἐθυμιᾶτο τὰ πρόθυρα, καὶ πᾶς στενωπὸς συμπόσιον ἦν, κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ, βασιλεὺς δὲ μεγαλοπρεπεῖς θυσίας παρέστησε τοῖς βωμοῖς. Τότε πρῶτον καὶ Ἔρωτι ἔθυσε καὶ πολλὰ

p.108
παρεκάλεσεν Ἀφροδίτην, ἵνα αὐτῷ βοηθῇ πρὸς τὸν υἱόν.

Πάντων δὲ ἐν θυμηδίαις ὄντων μόνοι τρεῖς ἐλυποῦντο, Καλλιρρόη, Διονύσιος καὶ πρὸ τούτων Χαιρέας. Καλλιρρόη δὲ οὐκ ἐδύνατο λυπεῖσθαι φανερῶς ἐν τοῖς βασιλείοις, ἀλλ’ ἡσυχῆ καὶ λανθάνουσα ὑπέστενε καὶ τῇ ἑορτῇ κατηρᾶτο. Διονύσιος δ’ ἑαυτῷ, διότι Μίλητον κατέλιπε. “Φέρε” φησίν, “ὦ τλῆμον, τὴν ἑκούσιον συμφοράν· ἑαυτῷ γὰρ αἴτιος τούτων.

Ἐξῆν σοι Καλλιρρόην ἔχειν καὶ Χαιρέου ζῶντος. Σὺ ἦς ἐν Μιλήτῳ κύριος, καὶ οὐδὲ ἡ ἐπιστολὴ Καλλιρρόῃ τότε σοῦ μὴ θέλοντος ἐδόθη. Τίς ἂν εἶδε; τίς ἂν προσῆλθε; φέρων δὲ σεαυτὸν εἰς μέσους ἔρριψας τοὺς πολεμίους.

Καὶ εἴθε σεαυτὸν μόνον· νῦν δὲ καὶ τὸ τῆς ψυχῆς σου τιμιώτερον κτῆμα. Διὰ τοῦτο πανταχόθεν σοι πόλεμος κεκίνηται. Τί δικάζῃ, ἀνόητε; Χαιρέαν ἀντίδικον ἔχεις· κατεσκεύασας σεαυτῷ δεσπότην ἀντεραστήν. Νῦν βασιλεὺς καὶ ὀνείρατα βλέπει, καὶ ἀπαιτοῦσιν αὐτὸν θυσίας οἷς καθ’ ἡμέραν θύει.

Ὢ τῆς ἀναισχυντίας. Παρέλκει τις τὴν κρίσιν, ἔνδον ἔχων ἀλλοτρίαν γυναῖκα, καὶ ὁ τοιοῦτος εἶναι λέγει δικαστής.” Τοιαῦτα μὲν ὠδύρετο Διονύσιος, Χαιρέας δὲ οὐχ ἥπτετο τροφῆς, οὐδὲ ὅλως ἤθελε ζῆν. Πολυχάρμου δὲ τοῦ φίλου κωλύοντος αὐτὸν ἀποκαρτερεῖν “σύ μοι πάντων” εἷπε “πολεμιώτατος ὑπάρχεις φίλου σχήματι· βασανιζόμενον γάρ με κατέχεις καὶ ἡδέως κολαζόμενον ὁρᾷς.