De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Καλλιρρόη μὲν οὖν ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως, διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν·

ἐξεκάετο γὰρ σφοδρότερον ἢ ἐν Μιλήτῳ. Ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.

Ἐξαίφνης οὖν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. Τί γὰρ

p.103
ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες;

τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;” Μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων “τέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ ἔρωτος ἀτυχοῦς ὑπόμνημα.

Παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ. Κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν· Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην δίκην νενίκημαι· Μιθριδάτης μου κατηγόρει· περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι· οὐδὲ γὰρ μείων ὁ κίνδυνος· δύσελπιν δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον.

Ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει. Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός.

Κλαῦσον, καταφίλησον, εἰπὲ ʽμῆτερ, ὁ πατήρ μου φιλεῖ σε,ʼ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ; οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὦ τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.”

Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. Προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν· μόνος δὲ γενόμενος ἧψε βρόχον, καὶ μέλλων ἐπ’ αὐτὸν ἀναβαίνειν “εὐτυχέστερον μὲν” εἶπεν “ἀπέθνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ· τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρρόης φιλεῖσθαι, νῦν

p.104
δὲ ἀπολώλεκα οὐ μόνον τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν.