De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

ἡ δὲ προσεκύνησεν. Ὁ δὲ εὐνοῦχος νοήσας τὴν ἔκπληξιν αὐτῆς “Καλλιρρόη” φησὶν “αὕτη ἐστί· πέπομφε δὲ αὐτὴν βασιλεύς, ἵνα παρὰ σοὶ φυλάττηται μέχρι τῆς δίκης.” ἀσμένη τοῦτο ἤκουσεν ἡ Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν εὐνουστέρα τῇ Καλλιρρόῃ διὰ τὴν τιμὴν ἐγένετο·

ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ. Λαβομένη δὲ τῆς χειρὸς αὐτῆς “θάρρει” φησίν, “ὦ γύναι, καὶ παῦσαι δακρύσυσα· χρηστός ἐστι βασιλεύς. Ἕξεις ἄνδρα, ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. Βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.” Ἡδέως ἡ Καλλιρρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας.

Ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶν “εἴδετε” φησὶ “Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας οὑμός, ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους.

Ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. Πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.” Ταῦτα

p.102
διαλογιζομένης ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρρόην ἰδεῖν.

Ἡ δὲ Στάτειρα εἶπεν “ἀφῶμεν αὐτήν· διάκειται γὰρ πονήρως· ἔχομεν δὲ ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν.” Λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται· καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν.

Ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. Ἐπέμπετο δὲ Καλλιρρόῃ δῶρα πολυτελῆ, καὶ παρ’ οὐδενὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανείμων, ἀκόσμητος, καθημένη. Ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. Πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε.

Καλλιρρόη μὲν οὖν ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως, διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν·

ἐξεκάετο γὰρ σφοδρότερον ἢ ἐν Μιλήτῳ. Ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.

Ἐξαίφνης οὖν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. Τί γὰρ

p.103
ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες;

τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;” Μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων “τέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ ἔρωτος ἀτυχοῦς ὑπόμνημα.

Παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ. Κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν· Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην δίκην νενίκημαι· Μιθριδάτης μου κατηγόρει· περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι· οὐδὲ γὰρ μείων ὁ κίνδυνος· δύσελπιν δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον.

Ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει. Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός.

Κλαῦσον, καταφίλησον, εἰπὲ ʽμῆτερ, ὁ πατήρ μου φιλεῖ σε,ʼ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ; οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὦ τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.”